Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- χρυσέας ὑποστάσαντες εὐτειχεῖ προθύρῳ θαλάμου
- κίονας, ὡς ὅτε θαητὸν μέγαρον
- πάξομεν· ἀρχομένου δʼ ἔργου πρόσωπον
- χρὴ θέμεν τηλαυγές. εἰ δʼ εἴη μὲν Ὀλυμπιονίκας,
- βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ,
- συνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσσᾶν· τίνα κεν φύγοι ὕμνον
- κεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς;
- ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδʼ ἔχων
- Σωστράτου υἱός. ἀκίνδυνοι δʼ ἀρεταὶ
- οὔτε παρʼ ἀνδράσιν οὔτʼ ἐν ναυσὶ κοίλαις
- τίμιαι· πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ.
- Ἁγησία, τὶν δʼ αἶνος ἑτοῖμος, ὃν ἐν δίκᾳ
- ἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλείδαν ποτʼ ἐς Ἀμφιάρηον
- φθέγξατʼ, ἐπεὶ κατὰ γαῖʼ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.
- ἑπτὰ δʼ ἔπειτα πυρᾶν νεκρῶν τελεσθεισᾶν Ταλαϊονίδας
- εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος· ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς,
- ἀμφότερον μάντιν τʼ ἀγαθὸν καὶ δουρὶ μάρνασθαι. τὸ καὶ
- ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ.
- οὔτε δύσηρις ἐὼν οὔτʼ ὦν φιλόνικος ἄγαν,
- καὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως