Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. εἴη λοιπαῖς εὐχαῖς· ἐπεί νιν αἰνέω μάλα μὲν
  2. τροφαῖς ἑτοῖμον ἵππων,
  3. χαίροντά τε ξενίαις πανδόκοις
  4. καὶ πρὸς ἁσυχίαν φιλόπολιν καθαρᾷ γνώμᾳ τετραμμένον.
  5. οὐ ψεύδεϊ τέγξω λόγον·
  6. διάπειρά τοι βροτῶν ἔλεγχος·
  7. ἅπερ Κλυμένοιο παῖδα
  8. Λαμνιάδων γυναικῶν
  9. ἔλυσεν ἐξ ἀτιμίας.
  10. χαλκέοισι δʼ ἐν ἔντεσι νικῶν δρόμον
  11. ἔειπεν Ὑψιπυλείᾳ μετὰ στέφανον ἰών·
  12. οὗτος ἐγὼ ταχυτᾶτι·
  13. χεῖρες δὲ καὶ ἦτορ ἴσον.
  14. φύονται δὲ καὶ νέοις ἐν ἀνδράσιν
  15. πολιαὶ θαμὰ καὶ παρὰ τὸν ἁλικίας
  16. ἐοικότα χρόνον.
  1. ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκὺν
  2. τῶν Οὐλυμπίᾳ, Ὠκεανοῦ θύγατερ, καρδίᾳ γελανεῖ
  3. ἀκαμαντόποδός τʼ ἀπήνας δέκευ Ψαύμιός τε δῶρα·
  4. ὃς τὰν σὰν πόλιν αὔξων, Καμάρινα, λαοτρόφον