Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἔλυσεν ἐξ ἀτιμίας.
  2. χαλκέοισι δʼ ἐν ἔντεσι νικῶν δρόμον
  3. ἔειπεν Ὑψιπυλείᾳ μετὰ στέφανον ἰών·
  4. οὗτος ἐγὼ ταχυτᾶτι·
  5. χεῖρες δὲ καὶ ἦτορ ἴσον.
  6. φύονται δὲ καὶ νέοις ἐν ἀνδράσιν
  7. πολιαὶ θαμὰ καὶ παρὰ τὸν ἁλικίας
  8. ἐοικότα χρόνον.
  1. ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκὺν
  2. τῶν Οὐλυμπίᾳ, Ὠκεανοῦ θύγατερ, καρδίᾳ γελανεῖ
  3. ἀκαμαντόποδός τʼ ἀπήνας δέκευ Ψαύμιός τε δῶρα·
  4. ὃς τὰν σὰν πόλιν αὔξων, Καμάρινα, λαοτρόφον
  5. βωμοὺς ἓξ διδύμους ἐγέραιρεν ἑορταῖς θεῶν μεγίσταις
  6. ὑπὸ βουθυσίαις ἀέθλων τε πεμπαμέροις ἁμίλλαις,
  7. ἵπποις ἡμιόνοις τε μοναμπυκίᾳ τε. τὶν δὲ κῦδος ἁβρόν
  8. νικάσαις ἀνέθηκε, καὶ ὃν πατέρʼ Ἄκρωνʼ ἐκάρυξε καὶ τὰν νέοικον ἕδραν.
  9. ἵκων δʼ Οἰνομάου καὶ Πέλοπος παρʼ εὐηράτων
  10. σταθμῶν, ὦ πολιάοχε Παλλάς, ἀείδει μὲν ἄλσος ἁγνὸν
  11. τὸ τεόν, ποταμόν τε Ὤανιν, ἐγχωρίαν τε λίμναν,
  12. καὶ σεμνοὺς ὀχετούς, Ἵππαρις οἷσιν ἄρδει στρατόν,