Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἐλατὴρ ὑπέρτατε βροντᾶς ἀκαμαντόποδος Ζεῦ· τεαὶ γὰρ ὧραι
  2. ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μʼ ἔπεμψαν
  3. ὑψηλοτάτων μάρτυρʼ ἀέθλων.
  4. ξείνων δʼ εὖ πρασσόντων ἔσαναν αὐτίκʼ ἀγγελίαν
  5. ποτὶ γλυκεῖαν ἐσλοί.
  6. ἀλλʼ, ὦ Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις,
  7. ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου,
  8. Οὐλυμπιονίκαν δέκευ
  9. Χαρίτων ἕκατι τόνδε κῶμον,
  10. χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν. Ψαύμιος γὰρ ἵκει
  11. ὀχέων, ὅς, ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι, κῦδος ὄρσαι
  12. σπεύδει Καμαρίνᾳ. θεὸς εὔφρων
  13. εἴη λοιπαῖς εὐχαῖς· ἐπεί νιν αἰνέω μάλα μὲν
  14. τροφαῖς ἑτοῖμον ἵππων,
  15. χαίροντά τε ξενίαις πανδόκοις
  16. καὶ πρὸς ἁσυχίαν φιλόπολιν καθαρᾷ γνώμᾳ τετραμμένον.
  17. οὐ ψεύδεϊ τέγξω λόγον·
  18. διάπειρά τοι βροτῶν ἔλεγχος·
  19. ἅπερ Κλυμένοιο παῖδα
  20. Λαμνιάδων γυναικῶν