Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀτειρεῖ σὺν ἀγαθῷ τελευτάσομεν· ῥοαὶ δʼ ἄλλοτʼ ἄλλαι
  2. εὐθυμιᾶν τε μετὰ καὶ πόνων ἐς ἄνδρας ἔβαν.
  3. οὕτω δὲ Μοῖρʼ, ἅ τε πατρώιον
  4. τῶνδʼ ἔχει τὸν εὔφρονα πότμον, θεόρτῳ σὺν ὄλβῳ
  5. ἐπί τι καὶ πῆμʼ ἄγει παλιντράπελον ἄλλῳ χρόνῳ·
  6. ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱὸς
  7. συναντόμενος, ἐν δὲ Πυθῶνι χρησθὲν
  8. παλαίφατον τέλεσσεν.
  9. ἰδοῖσα δʼ ὀξεῖʼ Ἐριννὺς
  10. ἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήιον·
  11. λείφθη δὲ Θέρσανδρος ἐριπέντι Πολυνείκει, νέοις ἐν ἀέθλοις
  12. ἐν μάχαις τε πολέμου
  13. τιμώμενος, Ἀδραστιδᾶν θάλος ἀρωγὸν δόμοις·
  14. ὅθεν σπέρματος ἔχοντα ῥίζαν, πρέπει τὸν Αἰνησιδάμου
  15. ἐγκωμίων τε μελέων λυρᾶν τε τυγχανέμεν.
  16. Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς