Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος·
  2. λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτʼ ἄν.
  3. ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνάσκει
  4. παλίγκοτον δαμασθέν,
  5. ὅταν θεοῦ Μοῖρα πέμπῃ
  6. ἀνεκὰς ὄλβον ὑψηλόν. ἕπεται δὲ λόγος εὐθρόνοις
  7. Κάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα, πένθος δʼ ἐπίτνει βαρὺ
  8. κρεσσόνων πρὸς ἀγαθῶν.
  9. ζώει μὲν ἐν Ὀλυμπίοις ἀποθανοῖσα βρόμῳ
  10. κεραυνοῦ τανυέθειρα Σεμέλα, φιλεῖ δέ νιν Παλλὰς αἰεί,
  11. καὶ Ζεὺς πατὴρ μάλα, φιλεῖ δὲ παῖς ὁ κισσοφόρος·
  12. λέγοντι δʼ ἐν καὶ θαλάσσᾳ
  13. μετὰ κόραισι Νηρῆος ἁλίαις βίοτον ἄφθιτον
  14. Ἰνοῖ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον. ἤτοι βροτῶν γε κέκριται
  15. πεῖρας οὔ τι θανάτου,
  16. οὐδʼ ἡσύχιμον ἁμέραν ὁπότε, παῖδʼ ἁλίου,