Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. γέρας ἔδεκτο, Πυθῶνι δʼ ὁμόκλαρον ἐς ἀδελφεὸν
  2. Ἰσθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων
  3. ἄγαγον. τὸ δὲ τυχεῖν
  4. πειρώμενον ἀγωνίας παραλύει δυσφρονᾶν.
  5. ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος φέρει τῶν τε καὶ τῶν
  6. καιρόν, βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν,
  7. ἀστὴρ ἀρίζηλος, ἐτήτυμον
  8. ἀνδρὶ φέγγος· εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον,
  9. ὅτι θανόντων μὲν ἐνθάδʼ αὐτίκʼ ἀπάλαμνοι φρένες
  10. ποινὰς ἔτισαν, τὰ δʼ ἐν τᾷδε Διὸς ἀρχᾷ
  11. ἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷ
  12. λόγον φράσαις ἀνάγκᾳ·
  13. ἴσαις δὲ νύκτεσσιν αἰεί,
  14. ἴσαις δʼ ἐν ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερον
  15. ἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷ
  16. οὐδὲ πόντιον ὕδωρ