Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀναξιφόρμιγγες ὕμνοι,
  2. τίνα θεόν, τίνʼ ἥρωα, τίνα δʼ ἄνδρα κελαδήσομεν;
  3. ἤτοι Πίσα μὲν Διός· Ὀλυμπιάδα δʼ ἔστασεν Ἡρακλέης
  4. ἀκρόθινα πολέμου·
  5. Θήρωνα δὲ τετραορίας ἕνεκα νικαφόρου
  6. γεγωνητέον, ὄπι δίκαιον ξένων, ἔρεισμʼ Ἀκράγαντος,
  7. εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν·
  8. καμόντες οἳ πολλὰ θυμῷ
  9. ἱερὸν ἔσχον οἴκημα ποταμοῦ, Σικελίας τʼ ἔσαν
  10. ὀφθαλμός, αἰὼν δʼ ἔφεπε μόρσιμος, πλοῦτόν τε καὶ χάριν ἄγων
  11. γνησίαις ἐπʼ ἀρεταῖς.
  12. ἀλλʼ ὦ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμων
  13. ἀέθλων τε κορυφὰν πόρον τʼ Ἀλφεοῦ, ἰανθεὶς ἀοιδαῖς
  14. εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον
  15. λοιπῷ γένει. τῶν δὲ πεπραγμένων
  16. ἐν δίκᾳ τε καὶ παρὰ δίκαν, ἀποίητον οὐδʼ ἂν