Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. κνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν
  2. ἔδοξεν· ἀνὰ δʼ ἐπᾶλτʼ ὀρθῷ ποδί.
  3. παρκείμενον δὲ συλλαβὼν τέρας,
  4. ἐπιχώριον μάντιν ἄσμενος εὗρεν,
  5. δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος, ὥς τʼ ἀνὰ βωμῷ θεᾶς
  6. κοιτάξατο νύκτʼ ἀπὸ κείνου χρήσιος. ὥς τέ οἱ αὐτὰ
  7. Ζηνὸς ἐγχεικεραύνου παῖς ἔπορεν
  8. δαμασίφρονα χρυσόν.
  9. ἐνυπνίῳ δʼ ᾇ τάχιστα πιθέσθαι
  10. κελήσατό μιν, ὅταν δʼ εὐρυσθενεῖ
  11. καρταίποδʼ ἀναρύῃ Γαιαόχῳ,
  12. θέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ.
  13. τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρʼ ὅρκον καὶ παρὰ ἐλπίδα κούφαν κτίσιν.
  14. ἤτοι καὶ ὁ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας,
  15. φάρμακον πραῢ τείνων ἀμφὶ γένυι,