Olympian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- ἵππον πτερόεντʼ· ἀναβὰς δʼ εὐθὺς ἐνόπλια χαλκωθεὶς ἔπαιζεν.
- σὺν δὲ κείνῳ καί ποτʼ Ἀμαζονίδων
- αἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμου
- τοξόταν βάλλων γυναικεῖον στρατόν,
- καὶ Χίμαιραν πῦρ πνέοισαν καὶ Σολύμους ἔπεφνεν.
- διασωπάσομαί οἱ μόρον ἐγώ·
- τὸν δʼ ἐν Οὐλύμπῳ φάτναι Ζηνὸς ἀρχαῖαι δέκονται.
- ἐμὲ δʼ εὐθὺν ἀκόντων
- ἱέντα ῥόμβον παρὰ σκοπὸν οὐ χρὴ
- τὰ πολλὰ βέλεα καρτύνειν χεροῖν.
- Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼν
- Ὀλιγαιθίδαισίν τʼ ἔβαν ἐπίκουρος.
- Ἰσθμοῖ τά τʼ ἐν Νεμέᾳ παύρῳ ἔπει θήσω φανέρʼ ἀθρόʼ, ἀλαθής τέ μοι
- ἔξορκος ἐπέσσεται ἑξηκοντάκι δὴ ἀμφοτέρωθεν
- ἁδύγλωσσος βοὰ κάρυκος ἐσλοῦ.