Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. πρὸ Δαρδάνου τειχέων ἐδόκησαν
  2. ἐπʼ ἀμφότερα μαχᾶν τάμνειν τέλος,
  3. τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος
  4. Ἑλέναν κομίζοντες, οἱ δʼ ἀπὸ πάμπαν
  5. εἴργοντες· ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖσι μὲν
  6. ἐξεύχετʼ ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχὰν
  7. καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον·
  8. ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος ἦ πόλλʼ ἀμφὶ κρουνοῖς
  9. Πάγασον ζεῦξαι ποθέων ἔπαθεν,
  10. πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινὸν
  11. Παλλὰς ἤνεγκʼ· ἐξ ὀνείρου δʼ αὐτίκα
  12. ἦν ὕπαρ· φώνασε δʼ· εὕδεις, Αἰολίδα βασιλεῦ;
  13. ἄγε φίλτρον τόδʼ ἵππειον δέκευ,
  14. καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργᾶντα πατρὶ δεῖξον.
  15. κυαναιγὶς ἐν ὄρφνᾳ