Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- τὰ δʼ Ὀλυμπίᾳ αὐτῶν
- ἔοικεν ἤδη πάροιθε λελέχθαι·
- τά τʼ ἐσσόμενα τότʼ ἂν φαίην σαφές·
- νῦν δʼ ἔλπομαι μέν, ἐν θεῷ γε μὰν
- τέλος· εἰ δὲ δαίμων γενέθλιος ἕρποι,
- διʼ τοῦτʼ Ἐνυαλίῳ τʼ ἐκδώσομεν πράσσειν. τὰ δʼ ὑπʼ ὀφρύϊ Παρνασσίᾳ
- ἕξ· Ἄργεΐ θʼ ὅσσα καὶ ἐν Θήβαις, ὅσα τʼ Ἀρκάσιν ἀνάσσων
- μαρτυρήσει Λυκαίου βωμὸς ἄναξ,
- Πέλλανά τε καὶ Σικυὼν καὶ Μέγαρʼ Αἰακιδᾶν τʼ εὐερκὲς ἄλσος,
- ἅ τʼ Ἐλευσὶς καὶ λιπαρὰ Μαραθών,
- ταί θʼ ὑπʼ Αἴτνας ὑψιλόφου καλλίπλουτοι
- πόλιες, ἅ τʼ Εὔβοια· καὶ πᾶσαν κατὰ
- Ἑλλάδʼ εὑρήσεις ἐρευνῶν μάσσονʼ ἢ ὡς ἰδέμεν.
- ἄνα, κούφοισιν ἐκνεῦσαι ποσίν·
- Ζεῦ τέλειʼ, αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν.