Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Καφισίων ὑδάτων
  2. λαχοῖσαι, αἵτε ναίετε καλλίπωλον ἕδραν,
  3. ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι
  4. Χάριτες Ὀρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι,
  5. κλῦτʼ, ἐπεὶ εὔχομαι. σὺν γὰρ ὔμμιν τὰ τερπνὰ καὶ
  6. τὰ γλυκέʼ ἄνεται πάντα βροτοῖς,
  7. εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ.
  8. οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ
  9. κοιρανέοισιν χοροὺς οὔτε δαῖτας· ἀλλὰ πάντων ταμίαι
  10. ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι παρὰ
  11. Πύθιον Ἀπόλλωνα θρόνους,
  12. ἀέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν.
  13. ὦ πότνιʼ Ἀγλαΐα
  14. φιλησίμολπέ τʼ Εὐφροσύνα, θεῶν κρατίστου
  15. παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τε