Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι
- Ἀρχεστράτου παῖδα, πόθι φρενὸς
- ἐμᾶς γέγραπται· γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθʼ· ὦ Μοῖσʼ, ἀλλὰ σὺ καὶ θυγάτηρ
- Ἀλάθεια Διός, ὀρθᾷ χερὶ
- ἐρύκετον ψευδέων
- ἐνιπὰν ἀλιτόξενον.
- ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος
- ἐμὸν καταίσχυνε βαθὺ χρέος.
- ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκος· ὁρᾶτʼ ὦν νῦν ψᾶφον ἑλισσομέναν
- ὅπα κῦμα κατακλύσσει ῥέον,
- ὅπα τε κοινὸν λόγον
- φίλαν τίσομεν ἐς χάριν.
- νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκρῶν Ζεφυρίων,
- μέλει τέ σφισι Καλλιόπα
- καὶ χάλκεος Ἄρης. τράπε δὲ Κύκνεια μάχα καὶ ὑπέρβιον
- Ἡρακλέα. πύκτας δʼ ἐν Ὀλυμπιάδι νικῶν
- Ἴλᾳ φερέτω χάριν
- Ἁγησίδαμος ὡς
- Ἀχιλεῖ Πάτροκλος.
- θήξαις δέ κε φύντʼ ἀρετᾷ ποτὶ