Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- διήρχετο κύκλον ὅσσᾳ βοᾷ,
- ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις.
- τὰ δὲ Παρρασίῳ στρατῷ
- θαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου,
- καὶ ψυχρᾶν ὁπότʼ εὐδιανὸν φάρμακον αὐρᾶν
- Πελλάνᾳ φέρε· σύνδικος δʼ αὐτῷ Ἰολάου
- τύμβος εἰναλία τʼ Ἐλευσὶς ἀγλαΐαισιν.
- τὸ δὲ φυᾷ κράτιστον ἅπαν· πολλοὶ δὲ διδακταῖς
- ἀνθρώπων ἀρεταῖς κλέος
- ὤρουσαν ἀρέσθαι.
- ἄνευ δὲ θεοῦ σεσιγαμένον
- οὐ σκαιότερον χρῆμʼ ἕκαστον. ἐντὶ γὰρ ἄλλαι
- ὁδῶν ὁδοὶ περαίτεραι,
- μία δʼ οὐχ ἅπαντας ἄμμε θρέψει
- μελέτα· σοφίαι μὲν
- αἰπειναί· τοῦτο δὲ προσφέρων ἆθλον,
- ὄρθιον ὤρυσαι θαρσέων,
- τόνδʼ ἀνέρα δαιμονίᾳ γεγάμεν
- εὔχειρα, δεξιόγυιον, ὁρῶντʼ ἀλκάν,
- Αἰάντειόν τʼ ἐν δαιτὶ Ἰλιάδα νικῶν ἐπεστεφάνωσε βωμόν.