Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- πελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμᾳ·
- ἄπονον δʼ ἔλαβον χάρμα παῦροί τινες,
- ἔργων πρὸ πάντων βιότῳ φάος.
- ἀγῶνα δʼ ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός, ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος
- βωμῶν ἑξάριθμον ἐκτίσσατο,
- ἐπεὶ Ποσειδάνιον
- πέφνε Κτέατον ἀμύμονα,
- πέφνε δʼ Εὔρυτον, ὡς Αὐγέαν λάτριον
- ἀέκονθʼ ἑκὼν μισθὸν ὑπέρβιον
- πράσσοιτο, λόχμαισι δὲ δοκεύσαις ὑπὸ Κλεωνᾶν δάμασε καὶ κείνους Ἡρακλέης ἐφʼ ὁδῷ,
- ὅτι πρόσθε ποτὲ Τιρύνθιον
- ἔπερσαν αὐτῷ στρατὸν
- μυχοῖς ἥμενον Ἄλιδος
- Μολίονες ὑπερφίαλοι. καὶ μὰν ξεναπάτας
- Ἐπειῶν βασιλεὺς ὄπιθεν
- οὐ πολλὸν ἴδε πατρίδα πολυκτέανον ὑπὸ στερεῷ πυρὶ
- πλαγαῖς τε σιδάρου βαθὺν εἰς ὀχετὸν ἄτας
- ἵζοισαν ἑὰν πόλιν.
- νεῖκος δὲ κρεσσόνων
- ἀποθέσθʼ ἄπορον.