Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκρῶν Ζεφυρίων,
  2. μέλει τέ σφισι Καλλιόπα
  3. καὶ χάλκεος Ἄρης. τράπε δὲ Κύκνεια μάχα καὶ ὑπέρβιον
  4. Ἡρακλέα. πύκτας δʼ ἐν Ὀλυμπιάδι νικῶν
  5. Ἴλᾳ φερέτω χάριν
  6. Ἁγησίδαμος ὡς
  7. Ἀχιλεῖ Πάτροκλος.
  8. θήξαις δέ κε φύντʼ ἀρετᾷ ποτὶ
  9. πελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμᾳ·
  10. ἄπονον δʼ ἔλαβον χάρμα παῦροί τινες,
  11. ἔργων πρὸ πάντων βιότῳ φάος.
  12. ἀγῶνα δʼ ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός, ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος