Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀκέρδεια λέλογχεν θαμινὰ κακαγόρους.
  2. εἰ δὲ δή τινʼ ἄνδρα θνατὸν Ὀλύμπου σκοποὶ
  3. ἐτίμασαν, ἦν Τάνταλος οὗτος· ἀλλὰ γὰρ καταπέψαι
  4. μέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρῳ δʼ ἕλεν
  5. ἄταν ὑπέροπλον, ἅν οἱ πατὴρ ὑπερκρέμασε καρτερὸν αὐτῷ λίθον,
  6. τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν εὐφροσύνας ἀλᾶται.
  7. ἔχει δʼ ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον,
  8. μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτων ὅτι κλέψαις
  9. ἁλίκεσσι συμπόταις
  10. νέκταρ ἀμβροσίαν τε
  11. δῶκεν, οἷσιν ἄφθιτον
  12. θῆκαν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν ἔρδων, ἁμαρτάνει.
  13. τοὔνεκα προῆκαν υἱὸν ἀθάνατοί οἱ πάλιν
  14. μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος.
  15. πρὸς εὐάνθεμον δʼ ὅτε φυὰν
  16. λάχναι νιν μέλαν γένειον ἔρεφον.