Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὁπότʼ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον
  2. ἐς ἔρανον φίλαν τε Σίπυλον,
  3. ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων,
  4. τότʼ Ἀγλαοτρίαιναν ἁρπάσαι
  5. δαμέντα φρένας ἱμέρῳ χρυσέαισί τʼ ἀνʼ ἵπποις
  6. ὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι,
  7. ἔνθα δευτέρῳ χρόνῳ
  8. ἦλθε καὶ Γανυμήδης
  9. Ζηνὶ τωὔτʼ ἐπὶ χρέος.
  10. ὡς δʼ ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολλὰ μαιόμενοι φῶτες ἄγαγον,
  11. ἔννεπε κρυφᾶ τις αὐτίκα φθονερῶν γειτόνων,
  12. ὕδατος ὅτι σε πυρὶ ζέοισαν εἰς ἀκμὰν
  13. μαχαίρᾳ τάμον κάτα μέλη,
  14. τραπέζαισί τʼ, ἀμφὶ δεύτατα, κρεῶν
  15. σέθεν διεδάσαντο καὶ φάγον.
  16. ἐμοὶ δʼ ἄπορα γαστρίμαργον μακάρων τινʼ εἰπεῖν. ἀφίσταμαι.