Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἀκέντητον ἐν δρόμοισι παρέχων,
- κράτει δὲ προσέμιξε δεσπόταν,
- Συρακόσιον ἱπποχάρμαν βασιλῆα. λάμπει δέ οἱ κλέος
- ἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ·
- τοῦ μεγασθενὴς ἐράσσατο γαιάοχος
- Ποσειδᾶν, ἐπεί νιν καθαροῦ λέβητος ἔξελε Κλωθὼ
- ἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον.
- ἦ θαυματὰ πολλά, καί πού τι καὶ βροτῶν φάτις ὑπὲρ τὸν ἀλαθῆ λόγον
- δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ἐξαπατῶντι μῦθοι
- Χάρις δʼ, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς,
- ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστὸν
- ἔμμεναι τὸ πολλάκις·
- ἁμέραι δʼ ἐπίλοιποι
- μάρτυρες σοφώτατοι.
- ἔστι δʼ ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά· μείων γὰρ αἰτία.
- υἱὲ Ταντάλου, σὲ δʼ, ἀντία προτέρων, φθέγξομαι,
- ὁπότʼ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον
- ἐς ἔρανον φίλαν τε Σίπυλον,
- ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων,
- τότʼ Ἀγλαοτρίαιναν ἁρπάσαι