Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ
- ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου·
- εἰ δʼ ἄεθλα γαρύεν
- ἔλδεαι, φίλον ἦτορ,
- μηκέθʼ ἁλίου σκόπει
- ἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεννὸν ἄστρον ἐρήμας διʼ αἰθέρος,
- μηδʼ Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν·
- ὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεται
- σοφῶν μητίεσσι, κελαδεῖν
- Κρόνου παῖδʼ ἐς ἀφνεὰν ἱκομένους
- μάκαιραν Ἱέρωνος ἑστίαν,
- θεμιστεῖον ὃς ἀμφέπει σκᾶπτον ἐν πολυμάλῳ
- Σικελίᾳ, δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν,
- ἀγλαΐζεται δὲ καὶ
- μουσικᾶς ἐν ἀώτῳ,
- οἷα παίζομεν φίλαν
- ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν. ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα πασσάλου
- λάμβανʼ, εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις
- νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν,
- ὅτε παρʼ Ἀλφεῷ σύτο, δέμας