Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- δαμέντα φρένας ἱμέρῳ χρυσέαισί τʼ ἀνʼ ἵπποις
- ὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι,
- ἔνθα δευτέρῳ χρόνῳ
- ἦλθε καὶ Γανυμήδης
- Ζηνὶ τωὔτʼ ἐπὶ χρέος.
- ὡς δʼ ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολλὰ μαιόμενοι φῶτες ἄγαγον,
- ἔννεπε κρυφᾶ τις αὐτίκα φθονερῶν γειτόνων,
- ὕδατος ὅτι σε πυρὶ ζέοισαν εἰς ἀκμὰν
- μαχαίρᾳ τάμον κάτα μέλη,
- τραπέζαισί τʼ, ἀμφὶ δεύτατα, κρεῶν
- σέθεν διεδάσαντο καὶ φάγον.
- ἐμοὶ δʼ ἄπορα γαστρίμαργον μακάρων τινʼ εἰπεῖν. ἀφίσταμαι.
- ἀκέρδεια λέλογχεν θαμινὰ κακαγόρους.
- εἰ δὲ δή τινʼ ἄνδρα θνατὸν Ὀλύμπου σκοποὶ
- ἐτίμασαν, ἦν Τάνταλος οὗτος· ἀλλὰ γὰρ καταπέψαι
- μέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρῳ δʼ ἕλεν
- ἄταν ὑπέροπλον, ἅν οἱ πατὴρ ὑπερκρέμασε καρτερὸν αὐτῷ λίθον,
- τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν εὐφροσύνας ἀλᾶται.
- ἔχει δʼ ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον,
- μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτων ὅτι κλέψαις