On the Art of Horsemanship

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

καὶ ὅταν δʼ αἴσθηται ἡδόμενον τὸν ἵππον τῇ τε ὑψαυχενίᾳ καὶ τῇ χαλαρότητι, ἐν τούτῳ οὐδὲν δεῖ χαλεπὸν προσφέρειν ὡς πονεῖν ἀναγκάζοντα, ἀλλὰ θωπεύειν ὡς ἱππάσασθαι βουλόμενον· οὕτω γὰρ μάλιστα θαρρῶν πρόεισιν εἰς τὴν ταχεῖαν ἱππασίαν.

ὡς δὲ καὶ τῷ ταχὺ θεῖν ἵππος ἥδεται τεκμήριον· ἐκφυγὼν γὰρ οὐδεὶς βάδην πορεύεται, ἀλλὰ θεῖ. τούτῳ γὰρ πέφυκεν ἥδεσθαι, ἢν μή τις πλείω τοῦ καιροῦ θεῖν ἀναγκάζῃ· ὑπερβάλλον δὲ τὸν καιρὸν οὐδὲν τῶν πάντων ἡδὺ οὔτε ἵππῳ οὔτε ἀνθρώπῳ.

ὅταν γε μὴν εἰς τὸ ἱππάζεσθαι μετὰ τοῦ κυδροῦ ἀφιγμένος ᾖ, εἰθισμένος μὲν δήπου ἡμῖν ἦν ἐν τῇ πρώτῃ ἱππασίᾳ ἐκ τῶν στροφῶν εἰς τὸ θᾶττον ὁρμᾶσθαι. ἢν δέ τις τοῦτο μὲν μεμαθηκότος αὐτοῦ ἅμα ἀντιλαμβάνηταί τε τῷ χαλινῷ καὶ σημήνῃ τῶν ὁρμητηρίων τι, οὕτως ὑπὸ μὲν τοῦ χαλινοῦ πιεσθείς, ὑπὸ δὲ τοῦ ὁρμᾶν σημανθῆναι ἐγερθείς, καὶ προβάλλεται μὲν τὰ στέρνα, αἴρει δὲ ἄνω τὰ σκέλη ὀργιζόμενος, οὐ μέντοι ὑγρά γε· οὐ γὰρ μάλα ὅταν λυπῶνται ὑγροῖς τοῖς σκέλεσιν ἵπποι χρῶνται.

ἢν δέ τις οὕτως ἀνεζωπυρημένῳ αὐτῷ δῷ τὸν χαλινόν, ἐνταῦθʼ ὑφʼ ἡδονῆς τῷ διὰ τὴν χαλαρότητα τοῦ στομίου λελύσθαι νομίζειν, κυδρῷ μὲν τῷ σχήματι, ὑγροῖν δὲ τοῖν σκελοῖν γαυριώμενος φέρεται, παντάπασιν ἐκμιμούμενος τὸν πρὸς ἵππους καλλωπισμόν.

καὶ οἱ θεώμενοι τὸν ἵππον τοιοῦτον ἐπικαλοῦσιν ἐλευθέριόν τε καὶ ἐθελουργὸν καὶ ἱππαστὴν καὶ θυμοειδῆ καὶ σοβαρὸν καὶ ἅμα ἡδύν τε καὶ γοργὸν ἰδεῖν. καὶ ταῦτα μὲν δή, ἢν τούτων τις ἐπιθυμήσῃ, μέχρι τούτων ἡμῖν γεγράφθω.

ἢν δέ τις ἄρα βουληθῇ καὶ πομπικῷ καὶ μετεώρῳ καὶ λαμπρῷ ἵππῳ χρήσασθαι, οὐ μάλα μὲν τὰ τοιαῦτα ἐκ παντὸς ἵππου γίγνεται, ἀλλὰ δεῖ ὑπάρξαι αὐτῷ καὶ τὴν ψυχὴν μεγαλόφρονα καὶ τὸ σῶμα εὔρωστον.

οὐ μέντοι ὅ γε οἴονταί τινες τὸν τὰ σκέλη ὑγρὰ ἔχοντα καὶ τὸ σῶμα αἴρειν δυνήσεσθαι, οὕτως ἔχει· ἀλλὰ μᾶλλον ὃς ἂν τὴν ὀσφῦν ὑγράν τε καὶ βραχεῖαν καὶ ἰσχυρὰν ἔχῃ (καὶ οὐ τὴν κατʼ οὐρὰν λέγομεν, ἀλλʼ ἣ πέφυκε μεταξὺ τῶν πλευρῶν καὶ τῶν ἰσχίων κατὰ τὸν κενεῶνα), οὗτος δυνήσεται πόρρω ὑποτιθέναι τὰ ὀπίσθια σκέλη ὑπὸ τὰ ἐμπρόσθια.

ἢν οὖν τις ὑποτιθέντος αὐτοῦ ἀνακρούῃ τῷ χαλινῷ, ὀκλάζει μὲν τὰ ὀπίσθια ἐν τοῖς ἀστραγάλοις, αἴρει δὲ τὸ πρόσθεν σῶμα, ὥστε τοῖς ἐξ ἐναντίας φαίνεσθαι τὴν γαστέρα καὶ τὰ αἰδοῖα. δεῖ δὲ καὶ ὅταν ταῦτα ποιῇ διδόναι αὐτῷ τὸν χαλινόν, ὅπως τὰ κάλλιστα ἵππου ἑκόντα ποιῆσαι δοκῇ τοῖς ὁρῶσιν.

εἰσὶ μέντοι οἳ καὶ ταῦτα διδάσκουσιν οἱ μὲν ῥάβδῳ ὑπὸ τοὺς ἀστραγάλους κρούοντες, οἱ δὲ καὶ βακτηρίᾳ παρατρέχοντά τινα κελεύοντες ὑπὸ τὰς μηριαίας παίειν.

ἡμεῖς γε μέντοι τὸ κράτιστον τῶν διδασκαλίων νομίζομεν, ὥσπερ ἀεὶ λέγομεν, ἢν ἐν παντὶ παρέπηται τὸ ἐν ᾧ ἂν ποιήσῃ τῷ ἀναβάτῃ κατὰ γνώμην τυγχάνειν ῥᾳστώνης παρʼ αὐτοῦ.

ἃ μὲν γὰρ ὁ ἵππος ἀναγκαζόμενος ποιεῖ, ὥσπερ καὶ Σίμων λέγει, οὔτʼ ἐπίσταται οὔτε καλά ἐστιν οὐδὲν μᾶλλον ἢ εἴ τις ὀρχηστὴν μαστιγῶν καὶ κεντρίζων ῥυθμίζοι· πολὺ γὰρ ἂν πλείω ἀσχημονοίη ἢ καλὰ ποιοίη ὁ τοιαῦτα πάσχων καὶ ἵππος καὶ ἄνθρωπος. ἀλλὰ δεῖ ἀπὸ σημείων ἑκόντα πάντα τὰ κάλλιστα καὶ λαμπρότατα ἐπιδείκνυσθαι.

ἢν δὲ καί, ὅταν μὲν ἱππάζηται μέχρι, πολλοῦ ἱδρῶτος ἐλαύνηται, ὅταν δὲ καλῶς μετεωρίζῃ ἑαυτόν, ταχύ τε καταβαίνηται καὶ ἀποχαλινῶται, εὖ χρὴ εἰδέναι ὅτι ἑκὼν εἶσιν εἰς τὸ μετεωρίζειν ἑαυτόν·