On the Art of Horsemanship

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

ἢν δέ τίς ποτε βουληθῇ χρῆσθαι τῷ χρησίμῳ εἰς πόλεμον ἵππῳ ὡς μεγαλοπρεπεστέρῳ τε καὶ περιβλεπτοτέρῳ ἱππάζεσθαι, τοῦ μὲν ἕλκειν τε τὸ στόμα τῷ χαλινῷ καὶ μυωπίζειν τε καὶ μαστιγοῦν τὸν ἵππον, ἃ οἱ πολλοὶ ποιοῦντες λαμπρύνειν οἴονται, ἀπέχεσθαι δεῖ· πάντα γὰρ τἀναντία οὗτοί γε ποιοῦσιν ὧν βούλονται.

τά τε γὰρ στόματα ἕλκοντες ἄνω ἀντὶ τοῦ προορᾶν ἐκτυφλοῦσι τοὺς ἵππους καὶ μυωπίζοντες καὶ παίοντες ἐκπλήττουσιν, ὡς τεταράχθαι καὶ κινδυνεύειν. ταῦτα δʼ ἐστὶν ἵππων ἔργα τῶν μάλιστα ἀχθομένων ἱππασίᾳ καὶ αἰσχρὰ καὶ οὐ καλὰ ποιούντων.

ἐὰν δέ τις διδάξῃ τὸν ἵππον ἐν χαλαρῷ μὲν τῷ χαλινῷ ἱππεύειν, ἄνω δὲ τὸν αὐχένα αἴρειν, ἀπὸ δὲ τῆς κεφαλῆς κυρτοῦσθαι, οὕτως ἂν ἀπεργάζοιτο ποιεῖν τὸν ἵππον οἵοισπερ καὶ αὐτὸς ἥδεταί τε καὶ ἀγάλλεται.

τεκμήριον δὲ ὅτι τούτοις ἥδεται· ὅταν γὰρ αὐτὸς σχηματοποιεῖσθαι θέλῃ παρʼ ἵππους, μάλιστα δὲ ὅταν παρὰ θηλείας, τότε αἴρει τε τὸν αὐχένα ἄνω καὶ κυρτοῖ μάλιστα τὴν κεφαλὴν γοργούμενος, καὶ τὰ μὲν σκέλη ὑγρὰ μετεωρίζει, τὴν δὲ οὐρὰν ἄνω ἀνατείνει.

ὅταν οὖν τις αὐτὸν εἰς ταῦτα προάγῃ ἅπερ αὐτὸς σχηματοποιεῖται, ὅταν μάλιστα καλλωπίζηται, οὕτως ἡδόμενόν τε τῇ ἱππασίᾳ καὶ μεγαλοπρεπῆ καὶ γοργὸν καὶ περίβλεπτον ἀποφαίνει τὸν ἵππον. ὡς οὖν ἡγούμεθα ταῦτʼ ἂν ἀπεργασθῆναι νῦν αὖ πειρασόμεθα διηγεῖσθαι.

πρῶτον μὲν τοίνυν χρὴ οὐ μεῖον δυοῖν χαλινοῖν κεκτῆσθαι. τούτων δὲ ἔστω ὁ μὲν λεῖος, τοὺς τροχοὺς εὐμεγέθεις ἔχων, ὁ δʼ ἕτερος τοὺς μὲν τροχοὺς καὶ βαρεῖς καὶ ταπεινούς, τοὺς δʼ ἐχίνους ὀξεῖς, ἵνα, ὁπόταν μὲν τοῦτον λάβῃ, ἀσχάλλων τῇ τραχύτητι διὰ τοῦτο ἀφίῃ, ὅταν δὲ τὸν λεῖον μεταλάβῃ, τῇ μὲν λειότητι αὐτοῦ ἡσθῇ, ἃ δʼ ἂν ὑπὸ τοῦ τραχέος παιδευθῇ, ταὐτὰ δὲ καὶ ἐν τῷ λείῳ ποιῇ.

ἢν δʼ αὖ καταφρονήσας τῆς λειότητος θαμινὰ ἀπερείδηται ἐν αὐτῷ, τούτου ἕνεκα τοὺς τροχοὺς μεγάλους τῷ λείῳ προστίθεμεν, ἵνα χάσκειν ἀναγκαζόμενος ὑπʼ αὐτῶν ἀφίῃ τὸ στόμιον. οἷόν τε δὲ καὶ τὸν τραχὺν παντοδαπὸν ποιεῖν καὶ κατειλοῦντα καὶ κατατείνοντα.

ὁποῖοι δʼ ἂν ὦσι χαλινοί, πάντες ὑγροὶ ἔστωσαν. τὸν μὲν γὰρ σκληρόν, ὅπῃ ἂν ὁ ἵππος λάβῃ, ὅλον ἔχει πρὸς ταῖς γνάθοις, ὥσπερ καὶ ὀβελίσκον, ὁπόθεν ἄν τις λάβῃ, ὅλον αἴρει.

ὁ δὲ ἕτερος ὥσπερ ἡ ἅλυσις ποιεῖ· ὃ γὰρ ἂν ἔχῃ τις αὐτοῦ, τοῦτο μόνον ἄκαμπτον μένει, τὸ δὲ ἄλλο ἀπήρτηται. τὸ δὲ φεῦγον ἐν τῷ στόματι ἀεὶ θηρεύων ἀφίησιν ἀπὸ τῶν γνάθων τὸ στόμιον· τούτου ἕνεκα καὶ οἱ κατὰ μέσον ἐκ τῶν ἀξόνων δακτύλιοι κρεμάννυνται, ὅπως τούτους διώκων τῇ τε γλώττῃ καὶ τοῖς ὀδοῦσιν ἀμελῇ τοῦ ἀναλαμβάνειν πρὸς τὰς γνάθους τὸν χαλινόν.

εἰ δέ τις ἀγνοεῖ, τί τὸ ὑγρὸν τοῦ χαλινοῦ καὶ τί τὸ σκληρόν, γράψομεν καὶ τοῦτο. ὑγρὸν μὲν γάρ ἐστιν ὅταν οἱ ἄξονες εὐρείας καὶ λείας ἔχωσι τὰς συμβολάς, ὥστε ῥᾳδίως κάμπτεσθαι· καὶ πάντα δὲ ὁπόσα περιτίθεται περὶ τοὺς ἄξονας ἢν εὐρύστομα ᾖ καὶ μὴ σύμπυκνα, ὑγρότερά ἐστιν.

ἢν δὲ χαλεπῶς ἕκαστα τοῦ χαλινοῦ διατρέχῃ καὶ συνθέῃ, τοῦτʼ ἐστὶ τὸ σκληρὸν εἶναι. ὁποῖος δʼ ἄν τις ᾖ, τούτῳ τάδε γε πάντα ταὐτὰ ποιητέον, ἤνπερ γε βούληται ἀποδείξασθαι τὸν ἵππον οἷονπερ εἴρηται·

ἀνακρουστέον μὲν τὸ στόμα τοῦ ἵππου οὔτε ἄγαν χαλεπῶς ὥστʼ ἐκνεύειν, οὔτε ἄγαν ἡσύχως ὡς μὴ αἰσθάνεσθαι· ἐπειδὰν δὲ ἀνακρουόμενος αἴρῃ τὸν αὐχένα, δοτέον εὐθὺς τὸν χαλινόν. καὶ τἆλλα δὲ δεῖ, ὥσπερ οὐ παυόμεθα λέγοντες, ἐν ᾧ ἂν καλῶς ὑπηρετῇ, χαρίζεσθαι τῷ ἵππῳ.