On the Art of Horsemanship

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

ἐπὶ τῶν τοιούτων δὴ ἱππαζόμενοι ἵππων καὶ θεοὶ καὶ ἥρωες γράφονται, καὶ ἄνδρες οἱ καλῶς χρώμενοι αὐτοῖς μεγαλοπρεπεῖς φαίνονται.

οὕτω δὲ καὶ ἔστιν ὁ μετεωρίζων ἑαυτὸν ἵππος σφόδρα ἢ καλὸν ἢ δεινὸν ἢ ἀγαστὸν ἢ θαυμαστόν, ὡς πάντων τῶν ὁρώντων καὶ νέων καὶ γεραιτέρων τὰ ὄμματα κατέχειν. οὐδεὶς γοῦν οὔτε ἀπολείπει αὐτὸν οὔτε ἀπαγορεύει θεώμενος, ἔστʼ ἄν περ ἐπιδεικνύηται τὴν λαμπρότητα.

ἤν γε μήν ποτε συμβῇ τινι τῶν τοιοῦτον ἵππον κεκτημένων ἢ φυλαρχῆσαι ἢ ἱππαρχῆσαι, οὐ δεῖ αὐτὸν τοῦτο σπουδάζειν, ὅπως αὐτὸς μόνος λαμπρὸς ἔσται, ἀλλὰ πολὺ μᾶλλον ὅπως ὅλον τὸ ἑπόμενον ἀξιοθέατον φανεῖται.

ἢν μὲν οὖν ἡγῆται ὡς μάλιστα ἐπαινοῦσι τοὺς τοιούτους ἵππους, ὃς ἂν ἀνωτάτω αἰρόμενος καὶ πυκνότατα τὸ σῶμα βραχύτατον προβαίνῃ, δῆλον ὅτι καὶ βάδην ἕποιντʼ ἂν οἱ ἄλλοι ἵπποι αὐτῷ. ἐκ δὲ ταύτης τῆς ὄψεως τί ἂν καὶ λαμπρὸν γένοιτʼ ἄν;

ἢν δὲ ἐξεγείρας τὸν ἵππον ἡγῇ μήτε τῷ ἄγαν ταχεῖ μήτε τῷ ἄγαν βραδεῖ, ὡς δʼ εὐθυμότατοι ἵπποι καὶ γοργότατοι καὶ πονεῖν εὐσχημονέστατοι γίγνονται, —ἐὰν ἡγῇ αὐτοῖς οὕτως, ἁθρόος μὲν ἂν ὁ κτύπος, ἁθρόον δὲ τὸ φρύαγμα καὶ τὸ φύσημα τῶν ἵππων συμπαρέποιτο, ὥστε οὐ μόνον αὐτὸς ἀλλὰ καὶ πάντες οἱ συμπαρεπόμενοι ἀξιοθέατοι ἂν φαίνοιντο.

ἤν γε μήν τις καλῶς μὲν ἱππωνήσῃ, τρέφῃ δὲ ὡς πόνους δύνασθαι ὑποφέρειν, ὀρθῶς δὲ χρῆται καὶ ἐν τοῖς πρὸς πόλεμον μελετήμασι καὶ ἐν ταῖς πρὸς ἐπίδειξιν ἱππασίαις καὶ ἐν τοῖς πολεμικοῖς ἀγωνίσμασι, τί ἔτι ἐμποδὼν τούτῳ μὴ οὐχὶ πλείονός τε ἀξίους ἵππους ποιεῖν ἢ οἵους ἂν παραλαμβάνῃ, καὶ εὐδοκίμους μὲν ἵππους ἔχειν, εὐδοκιμεῖν δὲ αὐτὸν ἐν τῇ ἱππικῇ, ἢν μή τι δαιμόνιον κωλύῃ;

γράψαι δὲ βουλόμεθα καὶ ὡς δεῖ ὡπλίσθαι τὸν μέλλοντα ἐφʼ ἵππου κινδυνεύειν. πρῶτον μὲν τοίνυν φαμὲν χρῆναι πρὸς τὸ σῶμα τὸν θώρακα πεποιῆσθαι. τὸν μὲν γὰρ καλῶς ἁρμόττοντα ἐκεῖνον φέρει τὸ σῶμα, τὸν δὲ ἄγαν χαλαρὸν οἱ ὦμοι μόνοι φέρουσιν. ὅ γε μὴν λίαν στενὸς δεσμός, οὐχ ὅπλον ἐστίν.

ἐπεὶ δὲ καὶ ὁ αὐχήν ἐστι τῶν καιρίων, φαμὲν χρῆναι καὶ τούτῳ ἐξ αὐτοῦ τοῦ θώρακος ὅμοιον τῷ αὐχένι στέγασμα πεποιῆσθαι. τοῦτο γὰρ ἅμα κόσμον τε παρέξει καί, ἢν οἷον δεῖ εἰργασμένον ᾖ, δέξεται ὅταν βούληται τῷ ἀναβάτῃ τὸ πρόσωπον μέχρι τῆς ῥινός.

κράνος γε μὴν κράτιστον εἶναι νομίζομεν τὸ βοιωτιουργές· τοῦτο γὰρ αὖ στεγάζει μάλιστα πάντα τὰ ὑπερέχοντα τοῦ θώρακος, ὁρᾶν δὲ οὐ κωλύει. ὁ δʼ αὖ θώραξ οὕτως εἰργάσθω ὡς μὴ κωλύειν μήτε καθίζειν μήτʼ ἐπικύπτειν.

τὰ δὲ περὶ τὸ ἦτρον καὶ τὰ αἰδοῖα καὶ τὰ κύκλῳ αἱ πτέρυγες τοσαῦται καὶ τοιαῦται ἔστωσαν ὥστε στέγειν τὰ βέλη.

ἐπεὶ δὲ καὶ ἡ ἀριστερὰ χεὶρ ἤν τι πάθῃ, καταλύει τὸν ἱππέα, καὶ ταύτῃ ἐπαινοῦμεν τὸ ηὑρημένον ὅπλον τὴν χεῖρα καλουμένην. τόν τε γὰρ ὦμον σκεπάζει καὶ τὸν βραχίονα καὶ τὸν πῆχυν καὶ τὸ ἐχόμενον τῶν ἡνιῶν, καὶ ἐκτείνεται δὲ καὶ συγκάμπτεται· πρὸς δὲ τούτοις καὶ τὸ διαλεῖπον τοῦ θώρακος ὑπὸ τῇ μασχάλῃ καλύπτει.

τήν γε μὴν δεξιὰν ἐπαίρειν δεῖ, ἤν τε ἀκοντίσαι ἤν τε πατάξαι βουληθῇ. τοῦ μὲν δὴ θώρακος τὸ κωλῦον ταύτῃ ἀφαιρετέον· ἀντὶ δὲ τούτου πτέρυγας ἐν τοῖς γιγγλύμοις προσθετέον ὅπως, ὅταν μὲν διαίρηται, ὁμοίως ἀναπτύσσωνται, ὅταν δὲ καταίρηται, ἐπικλείωνται.