Acts of the Apostles

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

καὶ μετετέθησαν εἰς Συχὲμ
καὶ ἐτέθησαν
ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ
τιμῆς ἀργυρίου
παρὰ τῶν υἱῶν Ἑμμὼρ ἐν Συχέμ.

Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ θεὸς τῷ Ἀβραάμ,

ηὔξησεν
ὁ λαὸς
καὶ ἐπληθύνθη
ἐν Ἀἰγύπτῳ,

ἄχρι οὗ

ἀνέστη βασιλεὺς ἕτερος ἐπʼ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.

οὗτος

κατασοφισάμενος τὸ γένος
ἡμῶν
ἐκάκωσεν
τοὺς πατέρας τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ
ζωογονεῖσθαι.

ἐν ᾧ καιρῷ ἐγεννήθη Μωυσῆς, καὶ ἦν

ἀστεῖος
τῷ θεῷ· ὃς ἀνετράφη
μῆνας τρεῖς
ἐν τῷ οἴκῳ τοῦ πατρός·

ἐκτεθέντος δὲ αὐτοῦ

ἀνείλατο
αὐτὸν
ἡ θυγάτηρ Φαραὼ
καὶ ἀνεθρέψατο αὐτὸν
ἑαυτῇ εἰς υἱόν.

καὶ ἐπαιδεύθη Μωυσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ.

Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι

τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.

καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ

πατάξας τὸν Αἰγύπτιον.

ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν.

τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών Ἄνδρες, ἀδελφοί ἐστε· ἵνα τί ἀδικεῖτε ἀλλήλους;

ὁ δὲ ἀδικῶν τὸν πλησίον
ἀπώσατο αὐτὸν εἰπών
Τίς σὲ κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφʼ ἡμῶν;

μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον;

ἔφυγεν δὲ Μωυσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ,
οὗ ἐγέννησεν υἱοὺς δύο.

Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα

ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους
Σινὰ
ἄγγελος ἐν φλογὶ πυρὸς βάτου·