Acts of the Apostles

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

ὁ δὲ Μωυσῆς ἰδὼν ἐθαύμασεν τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ Κυρίου

Ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ
261
καὶ Ἰακώβ.
ἔντρομος δὲ γενόμενος Μωυσῆς οὐκ ἐτόλμα κατανοῆσαι.

εἶπεν δὲ αὐτῷ ὁ κύριος Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐφʼ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.

ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτοῦ ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστείλω σε εἰς Αἴγυπτον.

Τοῦτον τὸν Μωυσῆν, ὃν ἠρνήσαντο εἰπόντες

Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν;
τοῦτον ὁ θεὸς καὶ ἄρχοντα καὶ λυτρωτὴν ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.

οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας

τέρατα καὶ σημεῖα ἐν τῇ Αἰγύπτῳ
καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ
ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα.

οὗτός ἐστιν ὁ Μωυσῆς ὁ εἴπας τοῖς υἱοῖς Ἰσραήλ

Προφήτην ὑμῖν ἀναστήσει ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν

ὡς ἐμέ.
οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινὰ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ὑμῖν,

ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν ἀλλὰ ἀπώσαντο καὶ

ἐστράφησαν
ἐν ταῖς καρδίαις αὐτῶν
εἰς Αἴγυπτον,

εἰπόντες τῷ Ἀαρών Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ.

καὶ

ἐμοσχοποίησαν
ἐν ταῖς ἡμέραις ἐκείναις καὶ
ἀνήγαγον θυσίαν
τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.

ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν

τῇ στρατιᾷ τοῦ οὐρανοῦ,
καθὼς γέγραπται ἐν Βίβλῳ τῶν προφητῶν
  • Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι
  • ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
  • καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ
  • καὶ τὸ ἄστρον τοῦ θεοῦ Ῥομφά,
  • τοὺς τύπους οὓς ἐποιήσατε
    προσκυνεῖν αὐτοῖς.
  • καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα
    Βαβυλῶνος.
  • 262

    Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο

    ὁ λαλῶν τῷ Μωυσῇ ποιῆσαι
    αὐτὴν
    κατὰ τὸν τύπον ὃν ἑωράκει,

    ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ

    ἐν
    τῇ
    κατασχέσει
    τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυείδ·