Acts of the Apostles
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
Εἶπεν
259
δὲ ὁ ἀρχιερεύς Εἰ ταῦτα οὕτως ἔχει; ὁ δὲ ἔφη Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε.
Ὁ θεὸς τῆς δόξηςὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
καὶ εἶπεν πρὸς αὐτόν Ἔξελθε ἐκ τῆς γῆς σου καὶ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω·
τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε,
καὶ
οὐκ ἔδωκεναὐτῷ κληρονομίαν ἐν αὐτῇ
οὐδὲ βῆμα ποδός,καὶ ἐπηγγείλατο
δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν,οὐκ ὄντος αὐτῷ τέκνου.
ἐλάλησεν δὲ οὕτως ὁ θεὸς ὅτι
ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
καὶ τὸ ἔθνος ᾧ ἂν δουλεύσουσιν κρινῶ ἐγώ,ὁ θεὸς εἶπεν,
καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷτόπῳ
τούτῳ.
καὶ ἔδωκεν αὐτῷ
διαθήκην περιτομῆς·καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ
περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ,καὶ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
Καὶ οἱ πατριάρχαι
ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον·καὶ
ἦν ὁ θεὸς μετʼ αὐτοῦ,
καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ
ἔδωκεν αὐτῷ χάρινκαὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου,
καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ
ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴν Αἴγυπτονκαὶ
Χαναὰνκαὶ θλίψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν·
ἀκούσας δὲ Ἰακὼβ ὄντα σιτία εἰς Αἴγυπτονἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον·
καὶ ἐν τῷ δευτέρῳ
ἐγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ,καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος Ἰωσήφ.
ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο Ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν
ἐν ψυχαῖς ἑβδομήκοντα πέντε,
κατέβη
260
δὲ Ἰακὼβ [εἰς Αἴγυπτον]. καὶ ἐτελεύτησεν αὐτὸς καὶοἱ πατέρες ἡμῶν,