Funeral Oration
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
ἄξιον [*](Column 8) τοίνυν συλλογίσασθαι καὶ τί ἂν συμβῆναι νομίζομεν[*](νομίζομεν Kayser: νομίζοιμεν S.) μὴ κατὰ τρόπον τούτων ἀγωνισαμένων. ἆρʼ οὐκ ἂν ἑνὸς μὲν δεσπότου τὴν οἰκουμένην ὑπήκοον ἅπασαν εἶναι, νόμῳ δὲ τῷ τούτου τρόπῳ ἐξ ἀνάγκης χρῆσθαι τὴν Ἑλλάδα; συνελόντα δʼ εἰπεῖν, τὴν Μακεδόνων ὑπερηφανίαν καὶ μὴ τὴν τοῦ δικαίου δύναμιν ἰσχύειν παρʼ ἑκάστοις, ὥστε μήτε γυναικῶν μήτε παρθένων μήτε παίδων ὕβρεις---ἀνεκλείπτους[*](ἀνεκλείπτους plerique edd., qui lacunam indicant: ἂν ἐκλείπτους (verbum ignotum) S: post ἑκάστοις add. μὴ Colin.) ἑκάστοις καθεστάναι.
φανερὸν δʼ ἐξ ὧν ἀναγκαζόμεθα καὶ νῦν ἔτι[*](ἔτι Kayser: ἐστι Cobet: ἐᾶν Caffiaux.)· θυσίας μὲν ἀνθρώποις γιγνομένας[*](γιγνομένας Cobet.) ἐφορᾶν, ἀγάλματα δὲ καὶ βωμοὺς καὶ ναοὺς τοῖς μὲν θεοῖς ἀμελῶς, τοῖς δὲ ἀνθρώποις ἐπιμελῶς συντελούμενα, καὶ τοὺς τούτων[*](τούτων Cobet.) οἰκέτας ὥσπερ ἥρωας τιμᾶν ἡμᾶς ἀναγκαζομένους.
ὅπου δὲ τὰ πρὸς τοὺς[*](τοὺς add. Cobet.) θεοὺς ὅσια διὰ τὴν Μακεδόνων τόλμαν ἀνῄρηται, τί τὰ πρὸς τοὺς ἀνθρώπους[*](Post ἀνθρώπους add. δίκαια Fritzsche.) χρὴ νομίζειν; ἆρʼ οὐκ ἂν παντελῶς καταλελύσθαι; ὥστε ὅσῳ δεινότερα τὰ προςδοκώμενʼ ἂν γενέσθαι κρίνομεν,[*](κρίνομεν Kayser: κρίνοιμεν S.) τοσούτῳ μειζόνων ἐπαίνων τοὺς τετελευτηκότας ἀξίους χρὴ νομίζειν.