Funeral Oration
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
μέγα δʼ αὐτοῖς συνεβάλετο εἰς τὸ προθύμως ὑπὲρ τῆς Ἑλλάδος[*](Col. 7 plerumque restituit Babington: sed Ἑλλάδος et προτέραν Sauppe.) ἀγωνίσασθαι τὸ ἐν τῇ Βοιωτίᾳ τὴν μάχην τὴν προτέραν[*](See above note.) γενέσθαι. ἑώρων γὰρ τὴν μὲν πόλιν τῶν Θηβαίων οἰκτρῶς ἠφανισμένην ἐξ ἀνθρώπων, τὴν δὲ ἀκρόπολιν αὐτῆς φρουρουμένην ὑπὸ τῶν Μακεδόνων, τὰ δὲ σώματα τῶν ἐνοικούντων ἐξηνδραποδισμένα, τὴν δὲ χώραν ἄλλους διανεμομένους, ὥστε πρὸ ὀφθαλμῶν ὁρώμενα αὐτοῖς τὰ δεινὰ ἄοκνον παρεῖχε τόλμαν εἰς τὸ κινδυνεύειν προχείρως.
ἀλλὰ μὴν τήν γε περὶ Πύλας[*](περὶ Πύλας Cobet.) καὶ Λαμίαν μάχην γενομένην οὐχ ἧττον αὐτοῖς ἔνδοξον γενέσθαι συμβέβηκεν ἧς ἐν Βοιωτοῖς ἠγωνίσαντο, οὐ μόνον τῷ μαχομένους νικᾶν Ἀντίπατρον καὶ τοὺς ςυμμάχους, ἀλλὰ καὶ τῷ τόπῳ τῷ ἐνταυθοῖ γεγενῆσθαι τὴν μάχην. ἀφικνούμενοι γὰρ οἱ Ἕλληνες ἅπαντες δὶς τοῦ ἐνιαυτοῦ εἰς τὴν Πυλαίαν, θεωροὶ γενήσονται τῶν ἔργων τῶν πεπραγμένων αὐτοῖς· ἅμα γὰρ εἰς τὸν τόπον ἁθροισθήσονται καὶ τῆς τούτων ἀρετῆς μνησθήσονται.
οὐδένες γὰρ πώποτε τῶν γεγονότων οὔτε περὶ καλλιόνων οὔτε πρὸς ἰσχυροτέρους οὔτε μετʼ ἐλαττόνων ἠγωνίσαντο, τὴν ἀρετὴν ἰσχὺν καὶ τὴν ἀνδρείαν πλῆθος, ἀλλʼ οὐ τὸν πολὺν ἀριθμὸν τῶν σωμάτων εἶναι κρίνοντες. καὶ τὴν μὲν ἐλευθερίαν εἰς τὸ κοινὸν πᾶσιν κατέθεσαν, τὴν δʼ εὐδοξίαν τὴν[*](τὴν add. Blass.) ἀπὸ τῶν πράξεων ἴδιον στέφανον τῇ πατρίδι περιέθηκαν.[*](περιέθηκαν Sauppe.)