Funeral Oration

Hyperides

Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

οὐδεμία γὰρ στρατεία τὴν τῶν[*](τῶν add. Babington.) στρατευομένων ἀρετὴν ἐνεφάνισεν μᾶλλον τῆς νῦν γεγενημένης, ἐν ᾗ γε παρατάττεσθαι μὲν ὁσημέραι ἀναγκαῖον ἦν, πλείους δὲ μάχας ἠγωνίσθαι διὰ μιᾶς στρατείας ἢ τοὺς [*](Column 9) ἄλλους πάντας πληγὰς[*](πληγὰς del. Cobet.) λαμβάνειν ἐν τῷ παρεληλυθότι χρόνῳ, χειμώνων δʼ ὑπερβολὰς καὶ τῶν καθʼ ἡμέραν ἀναγκαίων ἐνδείας τοςαύτας καὶ τηλικαύτας οὕτως ἐγκρατῶς ὑπομεμενηκέναι, ὥςτε καὶ τῷ λόγῳ χαλεπὸν εἶναι φράσαι.

τὸν δὴ τοιαύτας καρτερίας ἀόκνως ὑπομεῖναι τοὺς πολίτας προτρεψάμενον Λεωσθένη, καὶ τοὺς τῷ τοιούτῳ στρατηγῷ προθύμως συναγωνιστὰς σφᾶς αὐτοὺς παρασχόντας, ἆρʼ οὐ διὰ τὴν τῆς ἀρετῆς ἀπόδειξιν εὐτυχεῖς μᾶλλον ἢ διὰ τὴν τοῦ ζῆν ἀπόλειψιν ἀτυχεῖς νομιστέον; οἵτινες θνητοῦ σώματος ἀθάνατον δόξαν ἐκτήσαντο, καὶ διὰ τὴν ἰδίαν ἀρετὴν τὴν κοινὴν ἐλευθερίαν τοῖς Ἕλλησιν ἐβεβαίωσαν.

φέρει γὰρ πᾶσαν εὐδαιμονίαν[*](Intercidisse aliquid videtur: ante πᾶσαν add. οὐδὲν Fritzsche: alii alia.)---ἄνευ τῆς αὐτονομίας. οὐ γὰρ ἀνδρὸς ἀπειλήν, ἀλλὰ νόμου φωνὴν κυριεύειν δεῖ τῶν εὐδαιμόνων, οὐδʼ αἰτίαν φοβερὰν εἶναι τοῖς ἐλευθέροις, ἀλλʼ ἔλεγχον, οὐδʼ ἐπὶ τοῖς κολακεύουσιν τοὺς δυνάστας καὶ διαβάλλουσιν τοὺς πολίτας τὸ τῶν πολιτῶν ἀσφαλές, ἀλλʼ ἐπὶ τῇ τῶν νόμων πίστει γενέσθαι.