Funeral Oration
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
δίκαιον δʼ ἐστὶν μὴ μόνον ὧν ἔπραξεν Λεωσθένην ἀεὶ[*](ἀεὶ Jensen (sed in add.: καὶ) ζῶν Kenyon.) χάριν ἔχειν αὐτῷ πρώτῳ,[*](πρώτῳ Blass.) ἀλλὰ καὶ τῆς ὕστερον γενομένης μάχης μετὰ τὸν ἐκείνου[*](ἐκείνου Muller.) θάνατον, καὶ τῶν ἄλλων ἀγαθῶν τῶν ἐν τῇ ςτρατείᾳ ταύτῃ συμβάντων τοῖς Ἕλλησιν· ἐπὶ γὰρ τοῖς ὑπὸ Λεωσθένους τεθεῖσιν θεμελίοις οἰκοδομοῦσιν οἱ νῦν τὰς ὕστερον πράξεις.
καὶ μηδεὶς ὑπολάβῃ με τῶν ἄλλων πολιτῶν μηδένα λόγον ποιεῖσθαι, ἀλλὰ[*](ἀλλὰ Sauppe.) Λεωσθένη μόνον ἐγκωμιάζειν.[*](ἐγκωμιάζειν Sauppe.) συμβαίνει γὰρ τὸν Λεωσθένους ἔπαινον ἐπὶ ταῖς μάχαις ἐγκώμιον τῶν ἄλλων[*](τῶν ἄλλων Jensen.) πολιτῶν εἶναι· τοῦ μὲν γὰρ βουλεύεσθαι καλῶς ὁ στρατηγὸς αἴτιος, τοῦ δὲ νικᾶν μαχομένους οἱ κινδυνεύειν ἐθέλοντες τοῖς σώμαςιν· ὥστε ὅταν ἐπαινῶ τὴν γεγονυῖαν νίκην, ἅμα τῇ Λεωσθένους ἡγεμονίᾳ καὶ τὴν τῶν ἄλλων ἀρετὴν ἐγκωμιάςω.[*](ἐγκωμιάσω Stahl: ἐγκωμιάζω Sauppe.)
τίς γὰρ οὐκ ἂν δικαίως ἐπαινοίη τῶν πολιτῶν τοὺς ἐν τῷδε τῷ πολέμῳ τελευτήσαντας, οἳ τὰς ἑαυτῶν ψυχὰς ἔδωκαν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, φανερωτάτην ἀπόδειξιν ταύτην ἡγούμενοι εἶναι τοῦ βούλεσθαι τῇ Ἑλλάδι τὴν ἐλευθερίαν [*](Column 7) περιθεῖναι, τὸ μαχομένους[*](μαχομένους Sauppe: μαχόμενοι Babington.) τελευτῆσαι ὑπὲρ αὐτῆς.