Against Athenogenes

Hyperides

Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

τέλος δʼ οὖν, ἵνα μὴ μακρολογῶ, μεταπεμψαμένη γάρ[*](γάρ del. Kenyon.) με πάλιν ὕστερον εἶπεν ὅτι πολλοὺς λόγους ἀναλώσασα πρὸς τὸν Ἀθηνογένην μόλις εἴη συμπεπεικυῖα αὐτὸν ἀπολῦσαί μοι τόν τε Μίδαν καὶ τοὺς υἱεῖς ἀμφοτέρους τετταράκοντα μνῶν, καὶ ἐκέλευέ με τὴν ταχίστην πορίζειν τὸ ἀργύριον, πρὶν μεταδόξαι τι Ἀθηνογένει.

συναγαγὼν δʼ ἐγὼ πανταχόθεν καὶ τοὺς φίλους ἐνοχλήσας καὶ θεὶς ἐπὶ τὴν τράπεζαν τὰς τετταράκοντα μνᾶς ἧκον ὡς τὴν Ἀντιγόναν. κἀκείνη ςυνήγαγεν[*](συνήγαγεν Revillout.) ἡμᾶς εἰς τὸ αὐτό, ἐμέ τε καὶ Ἀθηνογένην, καὶ διήλλαξε, καὶ παρεκελεύσατο τοῦ λοιποῦ εὖ ποιεῖν ἀλλήλους. καὶ ἔγωγʼ ἔφην ταῦτα ποιήσειν, καὶ Ἀθηνογένης οὑτοσὶ ὑπολαβὼν εἶπεν ὅτι τῶν πεπραγμένων δεῖ με χάριν ἔχειν Ἀντιγόνᾳ· καὶ νῦν, ἔφη, ταύτης ἕνεκα ἤδη σοι ἐνδείξομαι ὅσα σε ἀγαθὰ ποιήσω. σὺ μὲν γάρ,[*](γάρ Diels.) ἔφη, τὸ[*](τὸ Diels.) ἀργύριον ἐπʼ ἐλευθερίᾳ καταβαλεῖς[*](καταβαλεῖς Kenyon.) τοῦ[*](τοῦWeil:τῇDiels.) Μίδου[*](Μίδου Revillout.) καὶ τῶν παίδων, ἐγὼ δέ σοι ἀποδώσομαι αὐτοὺς ὠνῇ καὶ πράσει, ἵνα πρῶτον μὲν μηδεὶς παρενοχλῇ[*](παρενοχλῇ Blass: σε ἐνοχλῇ Revillout.) μηδὲ διαφθείρῃ τὸν παῖδα, ἔπειτʼ[*](παῖδα, ἔπειτʼ Blass (secundum Jensen': Μίδαν, εἶτʼ Kenyon.) αὐτοὶ μὴ[*](μὴ Blass.) ἐγχειρῶσι πονηρεύεσθαι[*](πονηρεύεσθαι Weil.) μηδὲν διὰ τὸν φόβον.[*](φόβον Kenyon.)

τὸ δὲ [*](Column 3) μέγιστον, νῦν μὲν ἂν δόξειαν διʼ ἐμὲ γεγονέναι ἐλεύθεροι· ἐὰν δὲ πριάμενος σὺ ὠνῇ καὶ πράσει εἶθʼ ὕστερον, ὅτε ἄν σοι δοκῇ, ἀφῇς αὐτοὺς ἐλευθέρους, διπλασίαν ἕξουσίν σοι τὴν χάριν. ὅσον μέντοι ὀφείλουσιν ἀργύριον, μύρου τέ τινος τιμὴν Παγκάλῳ καὶ Προκλεῖ καὶ εἴ τι ἄλλο κατέθετό τις ἐπὶ τὸ μυροπώλιον τῶν προσφοιτώντων, οἷα γίγνεται, ταῦτα, ἔφη, σὺ ἀναδέξῃ· ἔστιν δὲ μικρὰ κομιδῇ καὶ πολλῷ πλείω φορτία ἐστὶν τούτων ἐν τῷ ἐργαστηρίῳ, μύρον καὶ ἀλάβαστροι καὶ σμύρνα, καὶ ἄλλʼ ἄττα ὀνόματα λέγων, ὅθεν πάντα ταῦτα διαλυθήσεται[*](διαλυθήσεται Weil.) ῥᾳδίως.

ἦν δέ, ὦ ἄνδρες δικασταί, ὡς ἔοικεν, ἐνταῦθα ἡ ἐπιβουλὴ καὶ τὸ πλάσμα τὸ μέγα. εἰ μὲν γὰρ ἐπʼ ἐλευθερίᾳ καταβάλλοιμι αὐτῶν τὸ ἀργύριον, τοῦτο μόνον ἀπώλλυον ὃ δοίην αὐτῷ, ἀλλʼ οὐδὲν δεινὸν ἔπασχον· εἰ δὲ πριαίμην ὠνῇ καὶ πράσει, ὁμολογήσας αὐτῷ τὰ χρέα ἀναδέξεσθαι,[*](ἀναδέξεσθαι Blass:ἀναδέξασθαι P, ut vid. (sed littera a dubia), Kenyon, et in add. Jensen.) ὡς οὐθενὸς ἄξια ὄντα, διὰ τὸ μὴ προειδέναι, καὶ τοὺς πληρωτὰς τῶν ἐράνων ἐν ὁμολογίᾳ λαβών· ὅπερ ἐποίησεν.

ὡς γὰρ εἰπόντος αὐτοῦ ταῦτα ἐγὼ προσωμολόγησα, εὐθὺς ἐκ τῶν γονάτων λαβὼν τῶν αὑτοῦ γραμματεῖόν τι τὸ ἐγγεγραμμένον[*](τι τὸ ἐγγ . . Blass: τὸ ἐγγ . . Kenyon: τι προγ . . Colin.) ἀνεγίγνωσκεν. [*](Column 4) ἦσαν δὲ αὗται συνθῆκαι πρὸς ἐμέ· ὧν ἐγὼ ἀναγιγνωσκομένων μὲν ἤκουον, ἔσπευδον μέντοι ἐφʼ ὃ ἧκον τοῦτο διοικήσασθαι, καὶ σημαίνεται τὰς συνθήκας εὐθὺς ἐν τῇ αὐτῇ οἰκίᾳ ἵνα μηδεὶς τῶν εὖ φρονούντων ἀκούσαι τὰ ἐγγεγραμμένα, προσεγγράψας μετʼ ἐμοῦ Νίκωνα τὸν Κηφισιέα.

ἐλθόντες δʼ ἐπὶ τὸ μυροπώλιον τὸ μὲν γραμματεῖον τιθέμεθα παρὰ Λυσικλεῖ Λευκονοιεῖ,[*](Λευκονοιεῖ Kenyon:Λευκονοεῖ P.) τὰς δὲ τετταράκοντα μνᾶς ἐγὼ καταβαλὼν τὴν ὠνὴν ἐποιησάμην. τούτου δὲ γενομένου προσῄεσάν μοι οἱ χρῆσται οἷς ὠφείλετο παρὰ τῷ Μίδᾳ καὶ οἱ πληρωταὶ τῶν ἐράνων καὶ διελέγοντό μοι· καὶ ἐν τρισὶν μησὶν ἅπαντα τὰ χρέα φανερὰ ἐγεγόνει, ὥστʼ εἶναί μοι σὺν τοῖς ἐράνοις, ὅπερ καὶ ἀρτίως εἶπον, περὶ πέντε τάλαντα.

ὡς δʼ ᾐσθόμην οὗ ἦν κακοῦ, τότʼ ἤδη τοὺς φίλους καὶ τοὺς οἰκείους συνήγαγον καὶ τὰ ἀντίγραφα τῶν συνθηκῶν ἀνεγιγνώσκομεν· ἐν αἷς ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο, ἃ ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖς εἰπεῖν ὅτι τὸ μύρον ἄξιον εἴη τοῦ ἀργυρίου τὸ ἐν τῷ ἐργαστηρίῳ, τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο ἐπʼ [*](Column 5) ὀνομάτων, ἀλλʼ ἐν προσθήκης μέρει ὡς οὐδὲν ὄντα, καὶ εἴ τῳ ἄλλῳ ὀφείλει τι Μίδας.

καὶ τῶν ἐράνων εἷς μὲν οὖν, [Δικαιοκράτης];,[*](Δικαιοκράτης del. Weil.) ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί· οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος ἦν γεγραμμένος, οἱ δʼ ἄλλοι, ἐφʼ οἷς εἰλήφει[*](εἰλήφειὤφειλε Weil.) πάντα ὁ Μίδας, νεοσύλλογοι δʼ ἦσαν, τούτους δʼ οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλʼ ἀπεκρύψατο.

βουλευομένοις δʼ ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον καὶ διαλέγεσθαι. καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρωτῶμεν εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος καὶ ἐνεδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα. ὁ δʼ ἀπεκρίνατο ἡμῖν ὡς οὔτε τὰ χρέα γιγνώσκοι ἃ λέγομεν, οὔτε προσέχοι ἡμῖν τὸν νοῦν, γραμματεῖόν τʼ εἴη αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων. πολλῶν δʼ ἀνθρώπων ςυλλεγομένων καὶ ἐπακουόντων τοῦ πράγματος, διὰ τὸ ἐν τῇ ἀγορᾷ τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτόν, κελευόντων τε ἀπάγειν[*](ἀπάγειν et sq. ad col. 6 finem plerumque restituit Blass.) ὡς ἀνδραποδιστήν, τοῦτο μὲν οὐκ ᾠόμεθα[*](ᾠόμεθα Weil: οἰόμεθα P.) δεῖν ποιεῖν, προσεκαλεσάμεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ τὸν νόμον. πρῶτον μὲν οὖν ὑμῖν τὰς ςυνθήκας ἀναγνώσεται· ἐξ αὐτῶν[*](ἐξ αὐτῶν Revillout.) γὰρ τῶν[*](Column 6) γεγραμμένων μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου. λέγε τὰς συνθήκας.

Συνθήκη

τὰ μὲν τοίνυν πεπραγμένα, ὦ ἄνδρες δικασταί, καθʼ ἓν ἕκαστον ἀκηκόατε. ἐρεῖ δὲ πρὸς ὑμᾶς αὐτίκα μάλα Ἀθηνογένης ὡς ὁ νόμος λέγει, ὅσα ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ κύρια εἶναι. τά γε δίκαια, ὦ βέλτιστε· τὰ δὲ μὴ τοὐναντίον ἀπαγορεύει μὴ κύρια εἶναι. ἐξ αὐτῶν δέ σοι τῶν νόμων ἐγὼ φανερώτερον ποιήσω. καὶ γὰρ οὕτω με διατέθεικας καὶ περίφοβον πεποίηκας μὴ ἀπόλωμαι ὑπὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥστε τούς τε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα τἄλλα πάντα ποιησάμενον.

ὁ μὲν τοίνυν εἷς νόμος κελεύει ἀψευδεῖν ἐν τῇ ἀγορᾷ,[*](ἀγορᾷ Revillout.) πάντων, οἶμαι, παράγγελμα κάλλιστον παραγγέλλων· σὺ δὲ ψευσάμενος ἐν μέσῃ τῇ ἀγορᾷ συνθήκας κατʼ ἐμοῦ ἔθου. ἐπεὶ ἐὰν δείξῃς[*](δείξῃςWeil.) προειπὼν[*](προειπὼν Revillout.) ἐμοὶ τοὺς ἐράνους καὶ τὰ χρέα, ἢ γράψας ἐν ταῖς συνθήκαις ὅσους ἐπυθόμην, οὐδὲν[*](ἐπυθόμην, οὐδὲνFuhr.) ἀντιλέγω σοι ἀλλʼ ὁμολογῶ ὀφείλειν.

μετὰ δὲ ταῦτα ἕτερος νόμος ἐστὶ περὶ ὧν [*](Column 7) ὁμολογοῦντες[*](περὶ ὧν Weil:ὁμολογοῦντες Revillout: κεῖται περὶ ὧν οἱ πωλοῦντες Volckmar.) ἀλλήλοις συμβάλλουσιν, ὅταν τις πωλῇ ἀνδράποδον προλέγειν ἐάν τι ἔχῃ ἀρρώστημα, εἰ δὲ μή, ἀναγωγὴ τούτου ἐστίν. καίτοι ὅπου τὰ παρὰ τῆς τύχης νοσήματα ἂν μὴ δηλώσῃ τις πωλῶν οἰκέτην ἀνάγειν ἔξεστι, πῶς τά γε παρὰ σοῦ ἀδικήματα συσκευασθέντα οὐκ ἀναδεκτέον σοί ἐστιν; ἀλλὰ μὴν τὸ μὲν ἐπίληπτον ἀνδράποδον οὐ προσαπολλύει τοῦ πριαμένου τὴν οὐσίαν, ὁ δὲ Μίδας, ὃν σύ μοι ἀπέδου, καὶ τὴν τῶν φίλων τῶν ἐμῶν ἀπολώλεκε.

σκέψαι δέ, ὦ Ἀθηνόγενες, μὴ μόνον περὶ τῶν οἰκετῶν, ἀλλὰ καὶ περὶ τῶν ἐλευθέρων σωμάτων ὃν τρόπον οἱ νόμοι ἔχουσιν. οἶσθα γὰρ δήπου καὶ σὺ καὶ οἱ[*](οἱ add. Blass.) ἄλλοι πάντες ὅτι οἱ ἐκ τῶν ἐγγυητῶν γυναικῶν παῖδες οὗτοι γνήσιοί εἰσιν. ἀλλὰ μὴν[*](ἀλλὰ μὴνet sq. ad col. 8 finem plerumque restituit Revillout.) οὐκ ἀπέχρησε τῷ νομοθέτῃ τὸ ἐγγυηθῆναι τὴν γυναῖκα ὑπὸ τοῦ πατρὸς ἢ τοῦ ἀδελφοῦ, ἀλλʼ ἔγραψε διαρρήδην ἐν τῷ νόμῳ, ἣν ἂν ἐγγυήσῃ τις ἐπὶ δικαίοις δάμαρτα ἐκ ταύτης εἶναι παῖδας γνησίους,[*](εἶναι παῖδας γνησίουςWeil.) καὶ οὐκ[*](καὶ οὐκ Blass: ἀλλʼ οὐκ Weil.) ἐάν τις ψευςάμενος ὡς θυγατέρα ἐγγυήσῃ ἄλλην τινά. ἀλλὰ τὰς μὲν δικαίας[*](ὡς θυγατέρα usque ad δικαίας Fuhr.) ἐγγύας κυρίας, τὰς δὲ μὴ δικαίας ἀκύρους καθίστησιν.[*](κυρίαςusque adκαθίστησινBlass.)

ἔτι δὲ καὶ ὁ περὶ τῶν [*](Column 8) διαθηκῶν νόμος παραπλήσιος τούτοις ἐστίν· κελεύει γὰρ ἐξεῖναι[*](γὰρ ἐξεῖναι Blass.) τὰ ἑαυτοῦ διατίθεσθαι ὅπως ἄν[*](ὅπως ἄν Fuhr.) τις βούληται πλὴν ἢ γήρως ἕνεκεν ἢ νόσου ἢ μανιῶν ἢ γυναικὶ πειθόμενον ἢ ὑπὸ δεσμοῦ ἢ ὑπὸ ἀνάγκης καταληφθέντα. ὅπου δὲ οὐδὲ περὶ τῶν αὑτοῦ ἰδίων αἱ μὴ δίκαιαι[*](μὴ δίκαιαι Blass.) διαθῆκαι κύριαί εἰσιν, πῶς Ἀθηνογένει γε κατὰ τῶν[*](κατὰ τῶν Kenyon.) ἐμῶν συνθεμένῳ τοιαῦτα δεῖ κύρια εἶναι;

καὶ ἐὰν μέν τις ὡς ἔοικεν τῇ ἑαυτοῦ γυναικὶ πειθόμενος διαθήκας γράψῃ[*](γράψῃ Diels.) ἄκυροι ἔσονται, εἰ δʼ ἐγὼ τῇ Ἀθηνογένους ἑταίρᾳ ἐπείσθην, προσαπολωλέναι με[*](με Weil.) δεῖ, ὃς ἔχω μεγίςτην[*](μεγίστην Weil.) βοήθειαν τὴν ἐν τῷ νόμῳ γεγραμμένην, ἀναγκασθεὶς ὑπὸ τούτων ταῦτα συνθέσθαι; εἶτα σὺ ταῖς συνθήκαις ἰςχυρίζῃ ἃς ἐνεδρεύσαντές με σὺ καὶ ἡ ἑταίρα σου[*](ἑταίρα σουDiels.) ἐςημήνασθε, καὶ ὑπὲρ ὧν οἱ νόμοι βουλεύσεως ὑμᾶς κελεύουσιν αἰτίους εἶναι, ἐπὶ τούτοις προςλαμβάνειν τι ἀξιοῦτε.[*](ὑπὲρ ὧν usque ad ἀξιοῦτε Jensen in add.: alii alia.) καὶ οὐχ ἱκανόν σοι ἦν τὰς[*](ἦν τὰςWeil.) τετταράκοντα μνᾶς εἰληφέναι ὑπὲρ τοῦ μυροπωλίου, ἀλλὰ καὶ πέντε τάλαντα προσαφείλου[*](προσαφείλουKenyon:ἀπεστερήκατεWeil.) με ὥσπερ ὑπο[*](ὑποχείριον ἐν ποδοστράβῃ κατειλημμένον Revillout, coll. Harpocratione s.v. ποδοστράβη· ὑπὸ θηρευτοῦ κτλ. Richards.)---κατειλημμένον

ς οὐκ ᾔδει---Μίδαν αδ---σθέντα αλ--- [*](Column 9) ς---εἰς τὰ ἐν ἀγορᾷ, ἀτρέμα[*](Coll. 9, 10, 11 plerumque restituit Blass. ἀτρεκὲς δὴ ἐγὼ Kenyon.) δʼ ἔχων ἐν τρισὶ[*](ἐν τρισὶ Weil.) μησὶν ἅπαντα τὰ χρέα καὶ τοὺς ἐράνους ἐπυθόμην, οὗτος δέ, ὁ ἐκ τριγονίας ὢν μυροπώλης, καθήμενος δʼ ἐν τῇ ἀγορᾷ ὅσαι ἡμέραι, τρία δὲ μυροπώλια κεκτημένος, λόγους δὲ κατὰ μῆνα λαμβάνων, οὐκ ᾔδει τὰ χρέα. ἀλλʼ ἐν μὲν τοῖς ἄλλοις οὐκ ἰδιώτης ἐστίν, πρὸς δὲ τὸν οἰκέτην οὕτως εὐήθης ἐγένετο, καί τινα μὲν τῶν χρεῶν, ὡς ἔοικεν, ᾔδει, τὰ δέ φησιν οὐκ εἰδέναι, ὅσα μὴ βούλεται.

ὁ δὲ τοιοῦτος αὐτοῦ[*](αὐτοῦ Revillout:οἶμαι Kenyon.) λόγος, ὦ ἄνδρες δικαςταί, οὐκ ἀπολόγημά[*](ἀπολόγημά Reinach.) ἐστιν, ἀλλʼ ὁμολόγημα ὡς οὐ δεῖ με τὰ χρέα διαλύειν. ὅταν γὰρ φῇ μὴ εἰδέναι ἅπαντα[*](ἅπαντα Revillout.) τὰ ὀφειλόμενα, οὐκ ἔστιν αὐτῷ δήπου τόδʼ[*](τόδʼ Kenyon.) εἰπεῖν ὡς προεῖπέ μοι περὶ τῶν χρεῶν· ὅσα δʼ οὐκ[*](ὅσα δʼ οὐκ Revillout.) ἤκουσα παρὰ τοῦ πωλοῦντος ταῦτα οὐ δίκαιός εἰμι διαλύειν. ὅτι μὲν οὖν ᾔδεις, ὦ Ἀθηνόγενες, ὀφείλοντα Μίδαν τὰ χρήματα ταῦτα οἶμαι πᾶσιν εἶναι δῆλον ἐξ ἄλλων τε πολλῶν καὶ ἐκ τοῦ αἰτεῖν σε τὸν Νίκωνα ὑπὲρ ἐμοῦ ἐγγυητήν, εἰ---τὰ χρέα ὄντα ἱκανὸν---νο. οὐ μὲν δὴ ἐγὼ---τῷ λόγωι σοῦ τούτῳ