Against Athenogenes
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
---ος καὶ οὐκ εἰλ---νος καὶ τω---τουτονὶ τὸν τρόπον. [*](Column 10) εἰ σὺ μὲν διὰ τὸ μὴ εἰδέναι μὴ προεῖπάς μοι[*](μοι Diels.) πάντα τὰ χρέα, ἐγὼ δὲ ὅσα σου ἤκουσα ταῦτα μόνον οἰόμενος εἶναι τὰς συνθήκας ἐθέμην, πότερος δίκαιός ἐστιν ἐκτεῖσαι, ὁ ὕστερος πριάμενος ἢ ὁ πάλαι κεκτημένος ὅτʼ ἐδανείζετο; ἐγὼ μὲν γὰρ οἴομαι σέ. εἰ δʼ ἄρʼ ἀντιλέγομεν περὶ τούτου, διαιτητὴς ἡμῖν γενέσθω ὁ νόμος, ὃν οὐχ οἱ ἐρῶντες οὐδʼ οἱ ἐπιβουλεύοντες τοῖς ἀλλοτρίοις ἔθεσαν, ἀλλʼ ὁ δημοτικώτατος Σόλων·
ὃς εἰδὼς ὅτι πολλαὶ ὠναὶ γίγνονται ἐν τῇ πόλει ἔθηκε νόμον δίκαιον, ὡς παρὰ πάντων ὁμολογεῖται, τὰς ζημίας ἃς ἂν ἐργάσωνται οἱ οἰκέται καὶ τὰ ἀδικήματα[*](ἀδικήματα Jensen olim: ἀναλώματα Revillout.) διαλύειν τὸν δεσπότην παρʼ ᾧ ἂν ἐργάςωνται[*](ἂν ἐργάσωνται Weil.) οἱ οἰκέται. εἰκότως· καὶ γὰρ ἐάν τι ἀγαθὸν[*](ἐάν τι ἀγαθὸν Weil.) πράξῃ ἢ ἐργασίαν εὕρῃ ὁ οἰκέτης τοῦ κεκτημένου αὐτὸν γίγνεται. σὺ δὲ τὸν νόμον ἀφεὶς περὶ συνθηκῶν παραβαινομένων[*](παραβαινομένων Diels.) διαλέγῃ. καὶ ὁ μὲν Σόλων οὐδʼ ὃ δικαίως ἔγραφεν ψήφισμά τις τοῦ νόμου[*](ψήφισμά τις τοῦ νόμου Jensen.) οἴεται δεῖν κυριώτερον εἶναι, σὺ δὲ καὶ[*](σὺ δὲ καὶJensen:σὺ δὲ οἴει Blass.) τὰς ἀδίκους συνθήκας ἀξιοῖς κρατεῖν[*](ἀξιοῖς κρατεῖνJensen:δεῖν κρατεῖνBlass.) πάντων[*](πάντωνRevillout.) τῶν νόμων.
καὶ πρὸς τούτοις, ὦ ἄνδρες δικασταί, τῷ τε πατρὶ τῷ ἐμῷ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἔλεγεν ὡς---εθελ---δωρεὰν --- [*](Column 11) κε---τὸν δὲ Μίδαν κελεύςας[*](κελεύσας Jensen: κελεύοι με Weil.) ἐᾶν αὐτῷ καὶ μὴ ὠνεῖσθαι· ἐμὲ δʼ οὐκ ἐθέλειν ἀλλὰ βούλεσθαι πάντας πρίασθαι. καὶ ταῦτα καὶ πρὸς ὑμᾶς αὐτόν, φασίν, μέλλειν λέγειν, ἵνα δὴ δοκοίη μέτριος εἶναι, ὥςπερ πρὸς ἠλιθίους τινὰς διαλεξόμενος καὶ οὐκ αἰσθησομένους τὴν τούτου ἀναίδειαν.
τὸ δὲ γενόμενον δεῖ ὑμᾶς ἀκοῦσαι· φανήσεται γὰρ ἀκόλουθον ὂν τῇ ἄλλῃ αὐτῶν ἐπιβουλῇ. τὸν μὲν γὰρ παῖδα, ὅνπερ ἀρτίως εἶπον, ἔπεμπέ μοι λέγοντα ὅτι οὐκ ἂν συνείη μοι, εἰ μὴ λύσομαι[*](εἰ μὴ λύσομαι Kenyon: ἂν μὴ ὠνῶμαι Weil.) αὐτοῦ τὸν πατέρα καὶ τὸν ἀδελφόν.[*](ἀδελφόν Weil.) ἤδη δʼ ἐμοῦ ὡμολογηκότος αὐτῶν καταθήσειν, τριῶν ὄντων, τὸ ἀργύριον,[*](ἀργύριονRevillout.) προςελθὼν ὁ Ἀθηνογένης πρός τινας[*](τιναςDiels.) τῶν φίλων τῶν ἐμῶν
τί βούλεται,ἔφη,ἐπικρατὴς[*](ἐβούλετο γενόμενος ἐπικρατὴςKenyon.) πράγματα ἔχειν ᾧ ἔξεστι λαβόντι τὸν παῖδα χρῆσθαι[*](Postχρῆσθαι add. ὅ τι ἂν ἐθέλῃHager.)---τὴν μὲν συκοφαντίαν---ἐποιεῖτο τῷ δὲ λ---ἀδικημάτων κα---ἐπίστευσα ὡς ε---τὸν μὲν παῖδα δι---ν οὐκ ἤθελον--- οὖν τετταράκοντα μνᾶς---πέντε τάλαντα[*](τετταράκονταusque adτάλανταDiels.) ---[*](Desunt versus duo.)
[*](Column 12)οὔτε μυροπώλης[*](Coll. 12 et 13 plerumque restituit Blass: οὔτε μυροπώλης Diels.) εἰμὶ οὔτʼ ἄλλην τέχνην ἐργάζομαι, ἀλλʼ ἅπερ ὁ πατήρ μοι ἔδωκεν χωρία---ταῦτα[*](ταῦτα Jensen.) γεωργῶ, πρὸς δὲ τούτων εἰς τὴν ὠνὴν ἐνεσείσθην. πότερα γὰρ εἰκός ἐςτιν, ὦ Ἀθηνόγενες, ἐμὲ τῆς σῆς τέχνης[*](τέχνηςWeil.) ἐπιθυμῆσαι, ἧς οὐκ ἤμην ἔμπειρος, ἤ σε καὶ τὴν[*](ᾔ σε καὶ τὴν Weil.) ἑταίραν τοῖς ἐμοῖς ἐπιβουλεῦσαι;[*](ἐπιβουλεῦσαι Diels.) ἐγὼ μὲν γὰρ οἴομαι ὑμᾶς. διόπερ, ἄνδρες δικασταί, ἐμοὶ μὲν ἂν εἰκότως συγγνώμην ἔχοιτʼ ἀπατηθῆναι[*](ἔχοιτʼ ἀπατηθῆναι de *ricci, qui ὑπʼ Ἀντιγόνας addit.) ---καὶ ἀτυχῆσαι τοιούτῳ ἀνθρώπῳ περιπεσόντα[*](περιπεσόντα Diels.) Ἀθηνογένει δὲ ..[*](Ἀθηνογένει δὲ Hager, qui ὀργίζοισθε addit. *huc inserunt quidam editores fragmentum extremae alicuius columnae quod ad finem orationis dedi.) [*](Desunt versus fere sedecim.)
[*](Column 13)ενε---πάντα[*](ἕνεκα πάθη πάντα Colin.) ἐμοὶ εἶναι, τὰ δὲ τῆς ἀπάτης κέρδη αὐτῷ[*](ἀπάτης κέρδη αὐτῷ Revillout.) · καὶ τὸν μὲν Μίδαν τὸν τολ---ξαι,[*](τολμῶντα συμπρᾶξαι Vogt.) ὃν ἄκων φησὶν ἀπολῦσαι, τοῦτον---λαβεῖν,[*](τοῦτον συγχωρῶ λαβεῖν Blass.) τοῦ δὲ παιδὸς ὃν τότε προῖκά μοί φησιν[*](φησινBlass:ἔφηKenyon.) διδόναι, νῦν αὐτὸν λαβεῖν ἀργύριον πολὺ πλεῖον τῆς ἀξίας, οὐχ ὥστε ἐμὸν εἶναι, ἀλλʼ ὥστε ὑφʼ ὑμῶν τῇ ψήφῳ ἐλεύθερον ἀφίεσθαι.[*](ἀφίεσθαιJenson:ἀφεθῆναιBlass.)
αὐτὸς[*](αὐτὸςDiels.) μέντοι οὐκ ἀξιῶ πρὸς τοῖς ἄλλοις καὶ ἀτιμωθῆναι[*](ἀτιμωθῆναι Weil.) ὑπʼ Ἀθηνογένους. καὶ γὰρ ἂν[*](καὶ γὰρ ἂν Fuhr: λίαν γὰρ ἂν Diels.) δεινὸν συμβαίνοι μοι, ὦ ἄνδρες δικαςταί,[*](μοι, ὧ ἄνδρες δικασταί Revillout.) εἰ μ---ος---εις---ον ἥμαρτον---δι---κ---μία δὲ κ---ου---ιο---ἠδίκηκεν---θε---ἀδικήσαντ---τιμήματι δ---π---ται πολιτ---νος ἐνίοτε ---[*](Desunt versus fere decem.) [*](Column 14) ώτατοι τῶν μετοίκων ἀφυλάκτως ἔρχεσθαι.[*](Coll. 14, 15, 16 plerumque restituit Revillout: ἀφυλάκτως ἔρχεσθαι Jensen.)
ἐν δὲ τῷ πολέμῳ τῷ πρὸς Φίλιππον μικρὸν πρὸ τῆς μάχης ἀπέλιπε[*](ἀπέλιπε Revillout:ἀπέδρα Kenyon.) τὴν πόλιν, καὶ μεθʼ ὑμῶν μὲν οὐ συνεστρατεύςατο εἰς Χαιρώνειαν, ἐξῴκησε δὲ εἰς Τροιζῆνα, παρὰ τὸν νόμον ὃς κελεύει ἔνδειξιν εἶναι καὶ ἀπαγωγὴν τοῦ ἐξοικήσαντος ἐν τῷ πολέμῳ, ἐὰν πάλιν ἔλθῃ. καὶ ταῦτʼ ἐποίει τὴν μὲν ἐκείνων πόλιν, ὡς ἔοικε, περιέσεσθαι[*](περιέσεσθαι Weil.) ὑπολαμβάνων, τῆς δὲ ἡμετέρας θάνατον καταγνούς.[*](ἡμετέρας θάνατον καταγνούς Blass.) καὶ τὰς θυγατέρας ἐν[*](θυγατέρας ἐν Vogt.) τῇ παρʼ ὑμῖν εὐδαιμονίᾳ ἐκθρέψας[*](Post ἐκθρέψας add. ἐν τῇ ἀτυχίᾳ Colin, postἐξέδωκεν add.ἄλλοσε Weil.)---ἐξέδωκεν---ως[*](ως incertum: ὃς πάλιν ἧκεν ὑμῖν παρεργασόμενος Colin.) πάλιν η---ἐργασόμενος ἐπεὶ εἰρήνη γέγονεν.
ταῦτα[*](ταῦτα Kenyon.) γὰρ ὑμῖν---ασιν οἱ χρης---οὗτοι ποι---τῇ εἰρήνῃ χρ---πω---ἐν τοῖς κινδύνοις---π---μὲν ἐν Πλαταιαῖς---δήσαντες ο---Ἀθηνογένης ---π---χειν---νω---το---υθ--- [*](Desunt versus fere sex.)
[*](Column 15)τὰς κοινὰς τῆς πόλεως συνθήκας παραβὰς ταῖς ἰδίαις πρὸς ἐμὲ ἰσχυρίζεται, ὥσπερ ἄν τινα πεισθέντα ὡς ὁ τῶν πρὸς ὑμᾶς δικαίων καταφρονήσας οὗτος ἂν τῶν πρὸς ἐμὲ[*](ἐμὲ Diels.) ἐφρόντιζεν· ὃς οὕτω πονηρός ἐστι καὶ πανταχοῦ ὅμοιος ὥστε καὶ εἰς Τροιζῆνα ἐλθὼν καὶ ποιησαμένων αὐτὸν Τροιζηνίων πολίτην, ὑποπεσὼν Μνησίαν τὸν Ἀργεῖον καὶ ὑπʼ ἐκείνου καταςταθεὶς ἄρχων, ἐξέβαλεν τοὺς πολίτας ἐκ τῆς πόλεως, ὡς ὑμῖν αὐτοὶ μαρτυρήσουσιν· ἐνθάδε γὰρ φεύγουσιν.
καὶ ὑμεῖς μέν, ὦ ἄνδρες δικασταί, ἐκπεσόντας αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε καὶ τῶν ὑμετέρων ἀγαθῶν πάντων μετέδοτε, ἀπομνημονεύσαντες τὴν εὐεργεσίαν τὴν πρὸς τὸν βάρβαρον διʼ ἐτῶν πλειόνων ἢ[*](ἢKenyon.) πεντήκοντα καὶ ἑκατόν, καὶ οἰόμενοι δεῖν τοὺς ἐν τοῖς κινδύνοις ὑμῖν χρησίμους γενομένους τούτους ἀτυχοῦντας περιςωθῆναι[*](περισωθῆναι Jensen in add.) ὑφʼ ὑμῶν. οὗτος δὲ ὁ μιαρός, ὁ ἀφεὶς ὑμᾶς κἀκεῖ ἐγγραφείς, οὔτε τῆς πολιτείας οὔτε τοῦ ἤθους τῆς πόλεως οὐδὲν ἐπετήδευεν ἄξιον[*](οὔτε usque adἄξιον Jensen.) ἀλλʼ οὕτως ὠμῶς τοῖς ὑποδεξαμένοις αὐτὸν[*](ὑποδεξαμένοις αὐτὸν Blass.) ἐχρήσατο ὥστε μετα---το ἐν τῇ ἐκκλησίᾳ---κατὰ τοῦτο--- [*](Column 16) ---ραν δεδιὼς---ιν κατέφυγεν.
καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν πρῶτον μὲν τὸν νόμον ὃς οὐκ ἐᾷ τοὺς μετοίκους ἐξοικεῖν ἐν τῷ πολέμῳ, ἔπειτα τὴν Τροιζηνίων μαρτυρίαν, πρὸς δὲ τούτοις τὸ τῶν Τροιζηνίων[*](Τροιζηνίων Blass: αὐτῶν ἐκείνων Kenyon.) ψήφισμα ὃ ἐψηφίσαντο τῇ πόλει τῇ ὑμετέρᾳ,[*](τῇ πόλει τῇ ὑμετέρᾳ Diels.) διʼ ὃ ὑμεῖς αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε. ἀνάγνωθι.
νόμος
Μαρτυρία
ψήφισμα
λαβὲ δή μοι[*](δή μοιBlass:μοι νῦνRevillout.) καὶ τὴν τοῦ κηδεστοῦ αὐτοῦ μαρτυρίαν[*](μαρτυρίαν Blass.)---μεν ουσια---ι λατ---πα---καταλειφθέντα---αδ---ἑξῆς πάλιν ω---α---π---τὴν Ἀντιγόναν---ε---μαρτυρ [*](Desunt versus fere decem.)
[*](Column 17)πραχθέντα[*](Col. 17 plerumque restituit Blass.) καὶ ὃν τρόπον ἐπιβεβούλευκέν[*](ἐπιβεβούλευκέν Weil.) μοι Ἀθηνογένης, καὶ ὡς ὑμῖν προσενήνεκται.[*](προσενήνεκται Sudhaus.) τὸν δὴ καὶ ἰδίᾳ πονηρὸν καὶ τῆς πόλεως[*](καὶ τῆς πόλεως Diels.) τὴν σωτηρίαν ἀπελπίσαντα καὶ ὑμᾶς[*](καὶ ὑμᾶςRevillout.) ἐγκαταλιπόντα, καὶ παρʼ οὓς ἐξῴκησεν ἀναστάτους ποιήσαντα, τοῦτον[*](τοῦτονWeil.) ὑμεῖς συνειληφότες[*](συνειληφότες Sudhaus: νῦν εἰληφότες Blass.) οὐ κολάσετε;
καὶ ἐγώ, ὦ ἄνδρες δικασταί, δέομαι ὑμῶν καὶ ἀντιβολῶ ἐλεῆσαί[*](ἐλεῆσαί Hager.) με, ἐκεῖνο σκεψαμένους, ὅτι προσήκει ἐν ταύτῃ τῇ δίκῃ---ιν ἐλεεῖν οὐ τὸν φ---ἐὰν ἁλῷ οὐδὲν πάσχειν---δε τοτ---τι παλ---δʼ ἂν ἀποφύγῃ[*](ἀποφύγῃ Diels.) με---ἀπολοῦμαι.[*](ἀπολοῦμαι Diels.) οὐ γὰρ ἂν δυναίμην---ψ --- ν οὐδὲ πολλοστὸν μέρος---αν---αιαχ---ὦ ἄνδρες δικασταί,---ς ἐξ---αὐτῶν τ --- [*](Desunt versus octo vel minus.)
in extrema duodecima columna---αντησο---λεκεν ἄλλοις---ταῦτα πέπονθεν τ---ων ἀναλωμάτων λωμάτων---αλυσιτ---ὀφείλουςι---ὅ ποτε ἀπέλυσεν---ὦ ἄνδρες δικαςταί, οὐδεὶς ὑμῶν---του---κατα