Against Athenogenes

Hyperides

Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

[*](Column 1)---αὐτήν.[*](Primae litterae dubiae sunt. αὐτήν Jensen: om. Kenyon.) εἰπόντος δέ μου πρὸς αὐτὴν τά τε πραχθέντα,[*](πραχθέντα Revillout: πεπραγμένα Diels.) καὶ ὅτι μοι Ἀθηνογένης χαλεπὸς εἴη καὶ οὐδὲν ἐθέλοι τῶν μετρίων συγχωρεῖν, τοῦτον μὲν ἔφη ἀεὶ τοιοῦτον εἶναι, ἐμὲ δʼ ἐκέλευε θαρρεῖν· αὐτὴ γάρ μοι πάντα συναγωνιεῖσθαι.

καὶ ταῦτʼ ἔλεγεν σπουδάζουσά τε τῷ ἤθει ὡς ἔνι μάλιστα καὶ ὀμνύουσα τοὺς μεγίστους ὅρκους, ἦ μὴν μετʼ εὐνοίας τῆς ἐμῆς λέγειν καὶ ἐπὶ πάσης ἀληθείας· ὥστʼ ἐμέ, ὦ ἄνδρες δικασταί, ῥηθήσεται[*](ῥηθήσεται Jensen:εἰρήσεται Kenyon.) γὰρ πρὸς ὑμᾶς τἀληθές, ταῦτα πεπεῖσθαι. οὕτως, ὡς ἔοικεν, ἐξίστησιν ἀνθρώπου[*](ἀνθρώπου Blass: ἡμῶν τὴν Diels.) φύσιν ἔρως, προσλαβὼν γυναικὸς συνεργίαν.[*](συνεργίαν Jensen:ποικιλίαν Kenyon: alii alia.) ἐκείνη γοῦν φενακίζουσα ἅπαντα[*](ἅπαντα Diels: τὰ μάταια Kenyon.) ταῦτα προσπεριέκοψεν αὑτῇ ὡς δὴ[*](ὡς δὴ Diels: ἔτι Jensen.) εἰς παιδίσκην τριακοσίας δραχμὰς εὐνοίας ἕνεκα.

ἴσως μὲν οὖν, ὦ ἄνδρες δικαςταί, οὐδὲν ὑπερθαύμαστόν[*](ὑπερθαύμαστόν ci. Kenyon, qui tamen οὕτω θαυμαστόν habet: tantumθαυμαστόν Jensen.) με ὑπὸ Ἀντιγόνας τὸν τρόπον τουτονὶ παιδαγωγηθῆναι, γυναικὸς ἣ δεινοτάτη μὲν τῶν ἑταιρῶν, ὥς φασιν, ἐφʼ ἡλικίας ἐγένετο, διατετέλεκε[*](διατετέλεκε Weil.) δὲ πορνοβοσκοῦσα ---εν---οἶκον τοῦ Χολλίδου οὐδενὸς ἐλάττω[*](οὐδενὸς ἐλάττω Jensen: οὐ φαῦλον οὕτω Blass.) ὄντα ἀνῄρηκεν. καίτοι ὅπου καθʼ[*](ὅπου καθʼin add. Jensen:ἥτις καθʼBlass:εἰ καθʼWeil.) ἑαυτὴν οὖσα τοιαῦτα διεπράττετο, τί οἴεςθʼ[*](τί οἴεσθʼ Kenyon.) αὐτὴν νῦν ἐννοεῖν,[*](ἐννοεῖν Jensen:ἐπιτελεῖν Weil.) προςλαβοῦσαν[*](προσλαβοῦσανKenyon.) συναγωνιστὴν Ἀθηνογένην, [*](Column 2) ἄνθρωπον λογογράφον τε καὶ ἀγοραῖον, τὸ δὲ μέγιστον, Αἰγύπτιον;