Against Athenogenes

Hyperides

Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

καὶ πρὸς τούτοις, ὦ ἄνδρες δικασταί, τῷ τε πατρὶ τῷ ἐμῷ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἔλεγεν ὡς---εθελ---δωρεὰν --- [*](Column 11) κε---τὸν δὲ Μίδαν κελεύςας[*](κελεύσας Jensen: κελεύοι με Weil.) ἐᾶν αὐτῷ καὶ μὴ ὠνεῖσθαι· ἐμὲ δʼ οὐκ ἐθέλειν ἀλλὰ βούλεσθαι πάντας πρίασθαι. καὶ ταῦτα καὶ πρὸς ὑμᾶς αὐτόν, φασίν, μέλλειν λέγειν, ἵνα δὴ δοκοίη μέτριος εἶναι, ὥςπερ πρὸς ἠλιθίους τινὰς διαλεξόμενος καὶ οὐκ αἰσθησομένους τὴν τούτου ἀναίδειαν.