Against Athenogenes

Hyperides

Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

ὃς εἰδὼς ὅτι πολλαὶ ὠναὶ γίγνονται ἐν τῇ πόλει ἔθηκε νόμον δίκαιον, ὡς παρὰ πάντων ὁμολογεῖται, τὰς ζημίας ἃς ἂν ἐργάσωνται οἱ οἰκέται καὶ τὰ ἀδικήματα[*](ἀδικήματα Jensen olim: ἀναλώματα Revillout.) διαλύειν τὸν δεσπότην παρʼ ᾧ ἂν ἐργάςωνται[*](ἂν ἐργάσωνται Weil.) οἱ οἰκέται. εἰκότως· καὶ γὰρ ἐάν τι ἀγαθὸν[*](ἐάν τι ἀγαθὸν Weil.) πράξῃ ἢ ἐργασίαν εὕρῃ ὁ οἰκέτης τοῦ κεκτημένου αὐτὸν γίγνεται. σὺ δὲ τὸν νόμον ἀφεὶς περὶ συνθηκῶν παραβαινομένων[*](παραβαινομένων Diels.) διαλέγῃ. καὶ ὁ μὲν Σόλων οὐδʼ ὃ δικαίως ἔγραφεν ψήφισμά τις τοῦ νόμου[*](ψήφισμά τις τοῦ νόμου Jensen.) οἴεται δεῖν κυριώτερον εἶναι, σὺ δὲ καὶ[*](σὺ δὲ καὶJensen:σὺ δὲ οἴει Blass.) τὰς ἀδίκους συνθήκας ἀξιοῖς κρατεῖν[*](ἀξιοῖς κρατεῖνJensen:δεῖν κρατεῖνBlass.) πάντων[*](πάντωνRevillout.) τῶν νόμων.