Against Athenogenes
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
τὸ δὲ γενόμενον δεῖ ὑμᾶς ἀκοῦσαι· φανήσεται γὰρ ἀκόλουθον ὂν τῇ ἄλλῃ αὐτῶν ἐπιβουλῇ. τὸν μὲν γὰρ παῖδα, ὅνπερ ἀρτίως εἶπον, ἔπεμπέ μοι λέγοντα ὅτι οὐκ ἂν συνείη μοι, εἰ μὴ λύσομαι[*](εἰ μὴ λύσομαι Kenyon: ἂν μὴ ὠνῶμαι Weil.) αὐτοῦ τὸν πατέρα καὶ τὸν ἀδελφόν.[*](ἀδελφόν Weil.) ἤδη δʼ ἐμοῦ ὡμολογηκότος αὐτῶν καταθήσειν, τριῶν ὄντων, τὸ ἀργύριον,[*](ἀργύριονRevillout.) προςελθὼν ὁ Ἀθηνογένης πρός τινας[*](τιναςDiels.) τῶν φίλων τῶν ἐμῶν