In Defence of Lycophron

Hyperides

Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

ἔπειτα οἱ μὲν ἐπειδὰν πρότερον[*](πρότεροντὸν πρότερον Colin: πρότεροι Patakis.) λόγον λάβωσιν, οὐ μόνον ἃ ἔχουσιν αὐτοὶ δίκαια περὶ τοῦ πράγματος λέγουσιν, ἀλλὰ συσκευάσαντες λοιδορίας ψευδεῖς κατὰ τῶν κρινομένων ἐξιστᾶσιν τῆς ἀπολογίας· ὥστε συμβαίνειν αὐτοῖς δυοῖν τὸ ἕτερον, ἢ περὶ τῶν ἔξωθεν διαβολῶν [*](Column 8) ἀπολογουμένοις[*](ἀπολογουμένοις usque adδιαστρέφουσιν plerumque restituit Babington.) τῆς περὶ τοῦ πράγματος ἀπολογίας ἀπολελεῖφθαι,[*](ἀπολελεῖφθαι Schneidewin.) ἢ μὴ μεμνημένοις[*](ἢ et μεμνημένοις Shilleto.) τῶν[*](τῶνπερὶ τῶν Babington.) προκατηγορηθέντων, οἴησιν[*](οἴησιν Schneidewin:οὕτω δόξαν Blass.) καταλείπειν παρὰ τοῖς δικασταῖς ὅτι ἀληθῆ ἐστιν τὰ εἰρημένα.

πρὸς δὲ τούτοις τούς τε μέλλοντας βοηθεῖν τοῖς φεύγουσι[*](τοῖς φεύγουσι Caesar.) προδιαβάλλουσι καὶ αὐτοῦ τοῦ κρινομένου τὴν ἀπολογίαν διαστρέφουσιν·[*](See note onἀπολογουμένοις above.) οἷον καὶ Ἀρίστων[*](Ἀρίστων Sauppe.) οὑτοσὶ ἐνεχείρησε[*](ἐνεχείρησε Schneidewin.) ποιῆσαι[*](ποιῆσαι Blass: που Kenyon.) ἐν τῇ κατηγορίᾳ,[*](κατηγορία Babington.) ὃς οὐδʼ[*](ὃς οὐδʼ Blass:οὐδʼ Kayser.) ἀπολαύειν[*](ἀπολαύειν Sudhaus: ἀπολογίαν Blass.) δίδωσι τῶν ἀναβαινόντων ὑπὲρ ἐμοῦ καὶ[*](δίδωσι usque adκαὶ Blass.) συναπολογησομένων.[*](συναπολογησομένων Kayser.) διὰ τί δʼ οὗτοι μὴ ἀπολογῶνται;[*](διὰ usque ad ἀπολογῶνται Blass: ἀπολογήσονται Fuhr.) πότερʼ οὐ δίκαιόν [*](Column 9) ἐστι[*](δίκαιόν ἐστι Sauppe.) τοῖς κρινομένοις τοὺς οἰκείους καὶ τοὺς φίλους βοηθεῖν; ἢ ἔστιν τι τῶν ἐν τῇ πόλει τούτου δημοτικώτερον, τοῦ τοὺς δυναμένους εἰπεῖν τοῖς ἀδυνάτοις τῶν πολιτῶν κινδυνεύουσι βοηθεῖν;

σὺ δὲ οὐ μόνον περὶ τῶν συνηγόρων τοὺς λόγους πεποίησαι, ἀλλὰ καὶ τὴν ἀπολογίαν τὴν ἐμὴν διατάττεις· καὶ παραγγέλλεις τοῖς δικασταῖς περὶ ὧν δεῖ αὐτοὺς ἀκούειν καὶ[*](καὶ add. Kayser:ἀκούειν del. Schneidewin.) κελεύειν με ἀπολογεῖσθαι, καὶ περὶ ὧν μὴ ἐᾶν λέγειν. καὶ τοῦτο πῶς καλῶς ἔχει, σὲ μὲν ὅπως ἠβούλου τὴν κατηγορίαν ποιήσασθαι, [*](Column 10) προειδότα δὲ ἃ ἔχω ἐγὼ δίκαια λέγειν πρὸς τὰ παρὰ σοῦ ἐψευσμένα, ὑφαιρεῖσθαί μου τὴν ἀπολογίαν;