In Defence of Lycophron
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
καὶ ἐμὲ μὲν αἰτιᾷ ἐν τῇ εἰσαγγελίᾳ καταλύειν τὸν δῆμον παραβαίνοντα τοὺς νόμους, αὐτὸς δʼ ὑπερπηδήςας ἅπαντας[*](ἅπαντας Blass.) τοὺς νόμους[*](νόμους usque adτραγῳδίας plerumque restituit Babington.) εἰσαγγελίαν δέδωκας ὑπὲρ ὧν γραφαὶ πρὸς τοὺς θεςμοθέτας ἐκ τῶν νόμων εἰσίν, ἵνα πρῶτον μὲν ἀκίνδυνος εἰςίῃς εἰς τὸν ἀγῶνα, ἔπειτα ἐξῇ σοι[*](ἐξῇ σοι Kayser.) τραγῳδίας[*](See note on νόμους above.) γράψαι εἰς τὴν[*](γράψαι εἰς τὴν Blass.) εἰσαγγελίαν οἵαςπερ[*](οἵασπερ Kayser.) νῦν γέγραφας, ὅς μʼ[*](ὅς μʼ Blass.) αἰτιᾷ ὅτι πολλὰς μὲν[*](πολλὰς μὲν Sauppe.) γυναῖκας ποιῶ[*](ποιῶ Blass.) ἀγάμους ἔνδον καταγηράσκειν,[*](ἀγάμους ἔνδον καταγηράσκειν Babington.) πολλὰς δὲ ςυνοικεῖν οἷς[*](πολλὰς usque ad οἷς Sauppe.) [*](Column 11) οὐ προσήκει παρὰ τοὺς νόμους.
οὐκοῦν[*](οὐκοῦν Babington: οὔκουν Schneidewin.) ἄλλην μὲν οὐδεμίαν τῶν ἐν τῇ πόλει γυναῖκα ἔχεις εἰπεῖν, ᾗτινι ἐγὼ τούτων αἴτιός εἰμι, περὶ ἧς δὲ νῦν τὴν κατηγορίαν πεποίησαι, πότερα ᾤου[*](Postᾤου add. οὐ Kirchhoff.) προσήκειν συνοικεῖν ἐκδεδομένην Χαρίππῳ, ἑνὶ τῶν πολιτῶν, ἢ ἀνέκδοτον ἔνδον καταγηράσκειν, ἣ εὐθὺς ἐξεδόθη τάλαντον ἀργυρίου προσθέντος αὐτῇ Εὐφήμου, δηλονότι οὐ διὰ πονηρίαν, ἀλλὰ διʼ ἐπιείκειαν;
τούτῳ μὲν οὖν ἔξεστιν, ὦ[*](ὦ add. Babington, quod dubium an A supra versum habeat.) ἄνδρες δικασταί, καὶ λέγειν ὅ τι ἂν βούληται καὶ καταψεύδεσθαι, ὑμᾶς δʼ οἶμαι δεῖν οὐκ ἐκ τῶν τοῦ κατηγόρου [*](Column 12) διαβολῶν περὶ ἐμοῦ δικάζειν, ἀλλʼ ἐξ ἅπαντος τοῦ βίου ὃν βεβίωκα ἐξετάσαντας. λαθεῖν γὰρ τὸ πλῆθος τὸ ὑμέτερον οὐκ ἔνι οὔτε πονηρὸν ὄντα οὐδένα τῶν ἐν τῇ πόλει οὔτε ἐπιεικῆ, ἀλλʼ ὁ παρεληλυθὼς χρόνος μάρτυς ἐστὶν ἑκάστῳ τοῦ τρόπου ἀκριβέστατος, ἄλλως τε δὴ καὶ περὶ τούτων τῶν αἰτιῶν οἵα αὕτη ἐστίν.