In Defence of Lycophron
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
τὸ δὲ κεφάλαιον[*](ἀπούων usque ad κεφάλαιον plerumque restituit Babington.) ἁπάντων,[*](ἁπάντων Sauppe.) ὡς[*](ὡς Blass:ὧν Colin.) καὶ μικρῷ πρότερον[*](πρότερον Sauppe.) εἶπον, εἰς τοῦτο ἀναισθησίας ὁ Χάριππος, ὡς ἔοικεν, ἦλθεν, ὥστε πρότερον μέν, ὥς φασιν, τῆς γυναικὸς προλεγούσης ὅτι συνομωμοκυῖα εἴη πρὸς ἐμέ, πάλιν δὲ ἀκούων ἐμοῦ παρακελευμένου αὐτῇ[*](τοῦτο usque adαὐτῇ Babington.) ὅπως ἐμμείνειεν[*](ἐμμείνειεν Herwerden: ἐμμενεῖ ἐν Schneidewin.) τοῖς ὅρκοις οἷς ὤμοσεν, ἐλάμβανε τὴν[*](τὴν Babington: ὅμως Blass.) γυναῖκα; καὶ ταῦτα δοκεῖ ἂν ὑμῖν ἢ Ὀρέστης[*](Ὀρέστης Blass.) ἐκεῖνος ὁ μαινόμενος ποιῆσαι ἢ Μαργίτης ὁ πάντων ἀβελτερώτατος;
ἀλλʼ οἶμαι, ὦ ἄνδρες δικασταί, πολλὰ [*](Column 7) πλεονεκτοῦσιν ἐν τοῖς ἀγῶσιν οἱ κατήγοροι τῶν φευγόντων· οἱ μὲν γὰρ διὰ τὸ ἀκίνδυνον αὐτοῖς εἶναι τὸν ἀγῶνα ῥᾳδίως ὅ τι ἂν βούλωνται λέγουσι καὶ καταψεύδονται, οἱ δὲ κρινόμενοι διὰ τὸν φόβον πολλὰ καὶ τῶν πεπραγμένων αὐτοῖς εἰπεῖν ἐπιλανθάνονται.
ἔπειτα οἱ μὲν ἐπειδὰν πρότερον[*](πρότεροντὸν πρότερον Colin: πρότεροι Patakis.) λόγον λάβωσιν, οὐ μόνον ἃ ἔχουσιν αὐτοὶ δίκαια περὶ τοῦ πράγματος λέγουσιν, ἀλλὰ συσκευάσαντες λοιδορίας ψευδεῖς κατὰ τῶν κρινομένων ἐξιστᾶσιν τῆς ἀπολογίας· ὥστε συμβαίνειν αὐτοῖς δυοῖν τὸ ἕτερον, ἢ περὶ τῶν ἔξωθεν διαβολῶν [*](Column 8) ἀπολογουμένοις[*](ἀπολογουμένοις usque adδιαστρέφουσιν plerumque restituit Babington.) τῆς περὶ τοῦ πράγματος ἀπολογίας ἀπολελεῖφθαι,[*](ἀπολελεῖφθαι Schneidewin.) ἢ μὴ μεμνημένοις[*](ἢ et μεμνημένοις Shilleto.) τῶν[*](τῶνπερὶ τῶν Babington.) προκατηγορηθέντων, οἴησιν[*](οἴησιν Schneidewin:οὕτω δόξαν Blass.) καταλείπειν παρὰ τοῖς δικασταῖς ὅτι ἀληθῆ ἐστιν τὰ εἰρημένα.
πρὸς δὲ τούτοις τούς τε μέλλοντας βοηθεῖν τοῖς φεύγουσι[*](τοῖς φεύγουσι Caesar.) προδιαβάλλουσι καὶ αὐτοῦ τοῦ κρινομένου τὴν ἀπολογίαν διαστρέφουσιν·[*](See note onἀπολογουμένοις above.) οἷον καὶ Ἀρίστων[*](Ἀρίστων Sauppe.) οὑτοσὶ ἐνεχείρησε[*](ἐνεχείρησε Schneidewin.) ποιῆσαι[*](ποιῆσαι Blass: που Kenyon.) ἐν τῇ κατηγορίᾳ,[*](κατηγορία Babington.) ὃς οὐδʼ[*](ὃς οὐδʼ Blass:οὐδʼ Kayser.) ἀπολαύειν[*](ἀπολαύειν Sudhaus: ἀπολογίαν Blass.) δίδωσι τῶν ἀναβαινόντων ὑπὲρ ἐμοῦ καὶ[*](δίδωσι usque adκαὶ Blass.) συναπολογησομένων.[*](συναπολογησομένων Kayser.) διὰ τί δʼ οὗτοι μὴ ἀπολογῶνται;[*](διὰ usque ad ἀπολογῶνται Blass: ἀπολογήσονται Fuhr.) πότερʼ οὐ δίκαιόν [*](Column 9) ἐστι[*](δίκαιόν ἐστι Sauppe.) τοῖς κρινομένοις τοὺς οἰκείους καὶ τοὺς φίλους βοηθεῖν; ἢ ἔστιν τι τῶν ἐν τῇ πόλει τούτου δημοτικώτερον, τοῦ τοὺς δυναμένους εἰπεῖν τοῖς ἀδυνάτοις τῶν πολιτῶν κινδυνεύουσι βοηθεῖν;
σὺ δὲ οὐ μόνον περὶ τῶν συνηγόρων τοὺς λόγους πεποίησαι, ἀλλὰ καὶ τὴν ἀπολογίαν τὴν ἐμὴν διατάττεις· καὶ παραγγέλλεις τοῖς δικασταῖς περὶ ὧν δεῖ αὐτοὺς ἀκούειν καὶ[*](καὶ add. Kayser:ἀκούειν del. Schneidewin.) κελεύειν με ἀπολογεῖσθαι, καὶ περὶ ὧν μὴ ἐᾶν λέγειν. καὶ τοῦτο πῶς καλῶς ἔχει, σὲ μὲν ὅπως ἠβούλου τὴν κατηγορίαν ποιήσασθαι, [*](Column 10) προειδότα δὲ ἃ ἔχω ἐγὼ δίκαια λέγειν πρὸς τὰ παρὰ σοῦ ἐψευσμένα, ὑφαιρεῖσθαί μου τὴν ἀπολογίαν;
καὶ ἐμὲ μὲν αἰτιᾷ ἐν τῇ εἰσαγγελίᾳ καταλύειν τὸν δῆμον παραβαίνοντα τοὺς νόμους, αὐτὸς δʼ ὑπερπηδήςας ἅπαντας[*](ἅπαντας Blass.) τοὺς νόμους[*](νόμους usque adτραγῳδίας plerumque restituit Babington.) εἰσαγγελίαν δέδωκας ὑπὲρ ὧν γραφαὶ πρὸς τοὺς θεςμοθέτας ἐκ τῶν νόμων εἰσίν, ἵνα πρῶτον μὲν ἀκίνδυνος εἰςίῃς εἰς τὸν ἀγῶνα, ἔπειτα ἐξῇ σοι[*](ἐξῇ σοι Kayser.) τραγῳδίας[*](See note on νόμους above.) γράψαι εἰς τὴν[*](γράψαι εἰς τὴν Blass.) εἰσαγγελίαν οἵαςπερ[*](οἵασπερ Kayser.) νῦν γέγραφας, ὅς μʼ[*](ὅς μʼ Blass.) αἰτιᾷ ὅτι πολλὰς μὲν[*](πολλὰς μὲν Sauppe.) γυναῖκας ποιῶ[*](ποιῶ Blass.) ἀγάμους ἔνδον καταγηράσκειν,[*](ἀγάμους ἔνδον καταγηράσκειν Babington.) πολλὰς δὲ ςυνοικεῖν οἷς[*](πολλὰς usque ad οἷς Sauppe.) [*](Column 11) οὐ προσήκει παρὰ τοὺς νόμους.
οὐκοῦν[*](οὐκοῦν Babington: οὔκουν Schneidewin.) ἄλλην μὲν οὐδεμίαν τῶν ἐν τῇ πόλει γυναῖκα ἔχεις εἰπεῖν, ᾗτινι ἐγὼ τούτων αἴτιός εἰμι, περὶ ἧς δὲ νῦν τὴν κατηγορίαν πεποίησαι, πότερα ᾤου[*](Postᾤου add. οὐ Kirchhoff.) προσήκειν συνοικεῖν ἐκδεδομένην Χαρίππῳ, ἑνὶ τῶν πολιτῶν, ἢ ἀνέκδοτον ἔνδον καταγηράσκειν, ἣ εὐθὺς ἐξεδόθη τάλαντον ἀργυρίου προσθέντος αὐτῇ Εὐφήμου, δηλονότι οὐ διὰ πονηρίαν, ἀλλὰ διʼ ἐπιείκειαν;