In Defence of Lycophron

Hyperides

Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

τούτῳ μὲν οὖν ἔξεστιν, ὦ[*](ὦ add. Babington, quod dubium an A supra versum habeat.) ἄνδρες δικασταί, καὶ λέγειν ὅ τι ἂν βούληται καὶ καταψεύδεσθαι, ὑμᾶς δʼ οἶμαι δεῖν οὐκ ἐκ τῶν τοῦ κατηγόρου [*](Column 12) διαβολῶν περὶ ἐμοῦ δικάζειν, ἀλλʼ ἐξ ἅπαντος τοῦ βίου ὃν βεβίωκα ἐξετάσαντας. λαθεῖν γὰρ τὸ πλῆθος τὸ ὑμέτερον οὐκ ἔνι οὔτε πονηρὸν ὄντα οὐδένα τῶν ἐν τῇ πόλει οὔτε ἐπιεικῆ, ἀλλʼ ὁ παρεληλυθὼς χρόνος μάρτυς ἐστὶν ἑκάστῳ τοῦ τρόπου ἀκριβέστατος, ἄλλως τε δὴ καὶ περὶ τούτων τῶν αἰτιῶν οἵα αὕτη ἐστίν.

ὅσα μὲν γὰρ τῶν ἀδικημάτων ἐν ἁπάσῃ τῇ ἡλικίᾳ τῇ[*](τῇ Sauppe.) τοῦ ἀνθρώπου ἐνδέχεται[*](ἐνδέχεται usque adτοιοῦτος plerumque restituit Babington.) ἀδικῆσαι, ταῦτα μὲν δεῖ σκοπεῖν ἀπʼ αὐτοῦ τοῦ ἐγκλήματος[*](ἐγκλήματος Blass: ἀξιώματος Babington.) οὗ ἂν ἔχῃ τις· μοιχεύειν δʼ οὐκ ἐνδέχεται ἀπὸ πεντήκοντα ἐτῶν ἄνθρωπον[*](ἄνθρωπον olim Jensen: ἀρξάμενον Babington.) ἀλλʼ ἢ πάλαι τοιοῦτός[*](See note onἐενδέχεται above.) ἐστιν, ὃ δειξάτωσαν οὗτοι, [*](Column 13) ἢ ψευδῆ τὴν αἰτίαν εἰκὸς εἶναι.

ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, μεθʼ ὑμῶν διατρίβων ἐν τῇ πόλει τὸν ἅπαντα χρόνον, οὔτε αἰτίαν πονηρὰν οὐδεμίαν πώποτʼ ἔλαβον, οὔτʼ ἔγκλημά μοι πρὸς οὐδένα τῶν πολιτῶν γέγονεν, οὐδὲ πέφευγα δίκην οὐδεμίαν, οὐδʼ ἕτερον δεδίωχα, ἱπποτροφῶν δὲ διατετέλεκα φιλοτίμως τὸν ἅπαντα χρόνον παρὰ δύναμιν καὶ ὑπὲρ τὴν οὐσίαν τὴν ἐμαυτοῦ. ἐστεφάνωμαι δʼ ὑπό τε τῶν ἱππέων πάντων ἀνδραγαθίας ἕνεκα, καὶ ὑπὸ τῶν συναρχόντων.

ὑμεῖς γάρ με, ὦ ἄνδρες δικασταί, [*](Column 14) πρῶτον μὲν φύλαρχον ἐχειροτονήσατε, ἔπειτα εἰς Λῆμνον ἵππαρχον· καὶ ἦρξα μὲν αὐτόθι δύʼ ἔτη τῶν πώποθʼ ἱππαρχηκότων μόνος, προσκατέμεινα δὲ αὐτόθι τὸν τρίτον ἐνιαυτόν, οὐ βουλόμενος πολίτας ἄνδρας ἐπὶ κεφαλὴν εἰσπράττειν τὸν μισθὸν τοῖς ἱππεῦσιν ἀπόρως διακειμένους.

καὶ ἐν τούτῳ μοι τῷ χρόνῳ ἔγκλημα μὲν οὐδεὶς τῶν ἐκεῖ ἐνεκάλεσεν οὔτε ἰδίᾳ οὔτε δημοσίᾳ, στεφάνοις δὲ τρισὶν ἐστεφανώθην ὑπὸ τοῦ δήμου τοῦ ἐν Ἡφαιςτίᾳ καὶ ἑτέροις ὑπὸ τοῦ ἐν Μυρίνῃ· ἃ χρὴ[*](χρὴ Blass.) τεκμήρια ὑμῖν εἶναι[*](εἶναι Sauppe.) εἰς τοῦτον τὸν [*](Column 15) ἀγῶνα, ὡς ψευδεῖς κατʼ ἐμοῦ αἱ[*](αἱ add. Babington.) αἰτίαι εἰσίν. οὐ γὰρ οἷόν τε τὸν Ἀθήνησι πονηρὸν ἐν Λήμνῳ χρηστὸν εἶναι, οὐδʼ ὑμεῖς ὡς τοιοῦτον ὄντα με ἀπεστέλλετε ἐκεῖσε, παρακατατιθέμενοι δύο πόλεις τῶν ὑμετέρων αὐτῶν.

ὅσα μὲν οὖν ἐγὼ εἶχον, ὦ ἄνδρες δικασταί, ὑπὲρ ἐμαυτοῦ εἰπεῖν, σχεδὸν ἀκηκόατε. ἐπειδὴ δὲ ὁ κατήγορος οὐκ ἀπείρως ἔχων τοῦ λέγειν, εἰωθὼς δὲ πολλάκις ἀγωνίζεσθαι, ἐκάλει συνηγόρους τοὺς συναπολοῦντάς τινα τῶν πολιτῶν ἀδίκως, δέομαι ὑμῶν καὶ ἐγὼ καὶ ἀντιβολῶ κελεῦσαι κἀμὲ καλέσαι τοὺς συνεροῦντας [*](Column 16) ἐμοὶ ὑπὲρ τηλικούτου ἀγῶνος, καὶ ἀκοῦσαι εὐνοικῶς, εἴ τίς μοι ἔχει τῶν οἰκείων ἢ τῶν φίλων βοηθῆσαι,

πολίτῃ μὲν ὄντι ὑμετέρῳ, ἰδιώτῃ δὲ καὶ οὐκ εἰωθότι λέγειν, ἀγωνιζομένῳ δὲ καὶ κινδυνεύοντι οὐ μόνον περὶ θανάτου, ἐλάχιστον γὰρ τοῦτό ἐστιν τοῖς ὀρθῶς λογιζομένοις, ἀλλʼ ὑπὲρ τοῦ ἐξορισθῆναι καὶ ἀποθανόντα μηδὲ ἐν τῇ πατρίδι ταφῆναι. ἐὰν οὖν κελεύητε, ὦ ἄνδρες δικασταί, καλῶ τινα βοηθήσοντα. ἀνάβηθί μοι, Θεόφιλε, καὶ σύνειπε ὅ τι ἔχεις· κελεύουσιν οἱ δικασταί.