In Defence of Lycophron
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
Pollux ix.. 137νωθρεύεσθαι
[*](Source is Pap. Ardenianus.)[*](Column 2) Ἀρίστωνος δὲ ἀνδράποδα εἶχεν ἐν τοῖς ἔργοις· καὶ ταῦτα αὐτὸς ὑμῖν ἐμαρτύρησεν ἐπὶ τοῦ δικαςτηρίου, ὅτʼ ἦν τούτῳ ὁ ἀγὼν πρὸς Ἀρχεστρατίδην.[*](Ἀρχεστρατίδην Babington.)
τοιοῦτο γὰρ ἐστι τὸ Ἀρίστωνος τουτουὶ πρᾶγμα· οὗτος[*](οὗτος Shilleto: αὐτὸς Schneidewin.) προσκαλεῖται μὲν περιὼν πάντας ἀνθρώπους, τῶν δʼ ὅσοι μὲν ἂν μὴ διδῶσιν αὐτῷ ἀργύριον, κρίνει καὶ κατηγορεῖ, ὁπόσοι δʼ ἂν ἐθέλωσιν ἀποτίνειν,[*](ὁπόσοι et ἀποτίνειν Babington.) ἀφίησιν, τὸ δʼ ἀργύριον Θεομνήστῳ[*](Ἀρίστωνος usque ad Θεομνήστῳ plerumque restituit Schneidewin.) δίδωσιν· ἐκεῖνος δὲ λαμβάνων ἀνδράποδα ἀγοράζει, καὶ παρέχει ὥσπερ τοῖς λῃσταῖς ἐπισιτισμόν, καὶ δίδωσι τούτῳ ὑπὲρ ἑκάστου τοῦ [*](Column 3) ἀνδραπόδου ὀβολὸν τῆς ἡμέρας, ὅπως ἂν ᾖ ἀθάνατος συκοφάντης.
ἄξιον δʼ ἐστίν, ὦ ἄνδρες δικασταί, κἀκεῖθεν ἐξετάσαι τὸ πρᾶγμα, ἀφʼ ὧν ἐν τῷ δήμῳ τὸ πρῶτον αὐτοὶ εὐθὺς ᾐτιάσαντο. ἐμοὶ γὰρ οἱ[*](οἱ add. Schneidewin.) οἰκεῖοι ἀπέστειλαν[*](ἀπέστειλανἐπέστειλαν Blass.) γράψαντες τήν τε εἰσαγγελίαν καὶ τὰς αἰτίας ἃς ἐν τῇ ἐκκλησίᾳ ᾐτιάσαντό με, ὅτε τὴν εἰσαγγελίαν ἐδίδοσαν, ἐν αἷς ἦν γεγραμμένον ὅτι Λυκοῦργος λέγει, φάσκων τῶν οἰκείων ἀκηκοέναι,[*](οἰκείων ἀκηκοέναι Babington.) ὡς ἐγὼ παρακολουθῶν, ὅτε Χάριππος ἐγάμει τὴν γυναῖκα, παρεκελευόμην αὐτῇ ὅπως μὴ πλησιάσει[*](πλησιάσει Schneidewin: πλησιάσῃ A.) Χαρίππῳ ἀλλὰ διαφυλάξει αὑτήν.
ἐγὼ δὲ ἃ καὶ πρὸς τοὺς [*](Column 4) ἐπιτηδείους καὶ πρὸς τοὺς οἰκείους[*](οἰκείους Babington.) τοὺς ἐμαυτοῦ εὐθὺς[*](εὐθὺς Blass: τότε Babington.) ἥκων ἔλεγον, καὶ νῦν πρὸς ὑμᾶς λέγω,[*](λέγω Schneidewin: ἐρῶ Babington.) ὅτι, εἰ ἔστιν ταῦτα ἀληθῆ, ὁμολογῶ καὶ τἆλλα πάντα πεποιηκέναι τὰ ἐν τῇ εἰσαγγελίᾳ γεγραμμένα.[*](γεγραμμένα Babington.) ὅτι δὲ ψευδῆ[*](ψευδῆ Schneidewin.) ἐστιν, ῥᾴδιον οἶμαι[*](οἶμαι Caesar.) εἶναι ἅπασιν ἰδεῖν.[*](ἰδεῖν Caesar: γνῶναι Patakis.) τίς γὰρ οὕτως ἐστὶ τῶν ἐν τῇ πόλει ἀλόγιστος,
ὅςτις ἂν πιστεύσαι τούτοις τοῖς[*](ἐστι et sq. Babington, sedτούτοις τοῖς Blass:τοιούτοις Babington.) λόγοις; ἀνάγκη γάρ,[*](ἀνάγκη γὰρ ἦν Sauppe:ἦν om. Blass.) ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ὀρεωκόμον καὶ προηγητὴν ἀκολουθεῖν τῷ ζεύγει, ὃ ἦγεν τὴν γυναῖκα, [*](Column 5) ἔπειτα δὲ παῖδας τοὺς προπέμποντας αὐτὴν ἀκολουθεῖν καὶ Διώξιππον· καὶ γὰρ οὗτος ἠκολούθει διὰ τὸ χήραν ἐκδίδοσθαι αὐτήν.
εἶτʼ ἐγὼ εἰς τοῦτο ἀπονοίας ἦλθον, ὥστε ἄλλων τε τοσούτων ἀνθρώπων συνακολουθούντων καὶ Διωξίππου καὶ Εὐφραίου τοῦ προσγυμναστοῦ[*](προσγυμναστοῦπρογυμναστοῦ Westermann.) αὐτοῦ, οἳ τῶν Ἑλλήνων ὁμολογουμένως ἰσχυρότατοί εἰσιν, οὔτʼ ᾐσχυνόμην τοιούτους λόγους λέγων περὶ γυναικὸς ἐλευθέρας πάντων ἀκουόντων, οὔτʼ[*](οὔτʼ . . . οὔτʼ Sauppe:οὐκ . . . οὐδʼ Blass.) ἐδεδίειν μὴ παραχρῆμα ἀπόλωμαι πνιγόμενος;[*](πνιγόμενος Kenyon: ἀπαγόμενος Babington, Colin.) τίς γὰρ ἂν ἠνέσχετο τοιαῦτα περὶ τῆς [*](Column 6) αὑτοῦ ἀδελφῆς ἀκούων οἷά με οὗτοι αἰτιῶνται εἰρηκέναι καὶ[*](καὶ Schneidewin: ἆρʼ Babington.) οὐκ ἂν ἀπέκτεινε[*](ἀπέκτεινεἀπεκώλυσε Colin.) τὸν λέγοντα;