Against Aristogiton
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
ἐὰν δʼ ἕκαστος ἡμῶν, ὡς εἰδότων ὑμῶν πάντα οὐδὲν ἧττον ἡμῶν τὰ δίκαια περὶ τουτωνὶ τῶν ἀγώνων, βραχέα εἰπὼν καταβῇ, ψευδής, καὶ οὐ δικαίως[*](οὐ δικαίως Hug: οὐδεὶς ὡς N A pr.: οὐδεὶς ταύτῃ πιστεύσει ὡς A corr. (2): ἄδικος Blass.) παρὰ τῶν Ἀρεοπαγιτῶν γεγενημένη;[*](γεγενημένη Blass: γεγενημένῃ codd.) ἢ τὸ δῶρα λαμβάνειν ἐπὶ προδοσίᾳ τῶν τῆς πόλεως συμφερόντων οὐκ ἴσθʼ ὅτι τῶν δεινοτάτων ἐστὶ καὶ τῶν πλεῖστα κακὰ τὰς πόλεις ἐργαζομένων.
ἀλλʼ αὐτὸς ὁ κρινόμενος νὴ Δία μέτριος τὸν τρόπον, καὶ προγόνων χρηστῶν, καὶ πολλὰ ἡμᾶς καὶ ἰδία καὶ δημοσίᾳ καλὰ εἰργασμένος, ὥστε διὰ ταῦτʼ[*](ταῦτʼ Blass: τοῦτʼ codd.) ἄξιόν ἐστιν αὐτοῦ φείσασθαι; καὶ τίς ὑμῶν οὐ πολλάκις ἀκήκοεν, ὅτι Κυδιμάχου μὲν τοῦ πατρὸς τοῦ Ἀριστογείτονος θανάτου καταγνωσθέντος καὶ φυγόντος ἐκ ταύτης τῆς πόλεως ὁ χρηστὸς οὗτος υἱὸς περιεῖδε τὸν αὑτοῦ πατέρα καὶ ζῶντα τῶν ἀναγκαίων σπανίζοντα καὶ τελευτήσαντα οὐ τυχόντα τῶν νομίμων, ἅπερ αὐτοῦ πολλάκις κατεμαρτυρεῖτο·