Against Aristogiton

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

αὐτὸν δὲ τοῦτον, ὅτʼ εἰς τὸ δεσμωτήριον τὸ πρῶτον ἀπήχθη — πολλάκις γὰρ ἴστε τοῦτο δήπου γεγενημένον —, τοιαῦτα τολμήσαντα ποιεῖν αὐτοῦ,[*](αὐτοῦ Wurm: αὐτούς codd.) ὥστʼ ἐκείνους ἀποψηφίσασθαι μήτε πῦρ ἐναύειν τούτῳ μήτε συσσιτεῖν μηδένα μήτε θυσιῶν τῶν γιγνομένων κοινωνεῖν; καίτοι, ὦ Ἀθηναῖοι, τίνα χρὴ τοῦτον νομίζειν ἔχειν διάνοιαν, ὃς διὰ μὲν πονηρίαν εἰς τὸ δεσμωτήριον ἐνέπεσεν,

ἐκεῖ δʼ ὢν παρὰ τοῖς ἐκ τῶν ἄλλων ἀνθρώπων κακούργοις ἀπηγμένοις[*](ἀπηγμένοις Wurm: ἀνηγμένοις codd.) οὕτως εἶναι πονηρὸς ἔδοξεν, ὥστε μηδʼ ἐκεῖ[*](ἐκεῖ Dobree: ἐκείνοις codd.) τῶν ἴσων ἀξιοῦσθαι τοῖς ἄλλοις, ἀλλὰ κλέπτην ὥς φασι ληφθέντα τουτονὶ παρʼ ἐκείνοις, εἰ ἦν ἕτερός τις τόπος ἀνοσιώτερος ἵνα ἐξῆν ἀπάγειν τοὺς ἐκ[*](ἐκ Α: ἐκ τοῦ Ν.) δεσμωτηρίου κλέπτοντας, εἰς ἐκεῖνον ἂν τοῦτο τὸ θηρίον ἀπαχθῆναι; καὶ ταῦθʼ, ὅπερ[*](ὅπερ Blass: ἅπερ codd.) ἀρτίως εἶπον, τίς οὐκ οἶδε καταμαρτυρηθέντʼ Ἀριστογείτονος, ὅτʼ ἐμπορίου ἐπιμελητὴς λαχὼν ἀπεδοκιμάσθη ὑπὸ τῶν τότε δικαζόντων ἄρχειν ταύτην τὴν[*](ταύτην τὴν Baiter et Sauppe: αὐτὴν τὴν Ν: τὴν αὐτὴν Α.) ἀρχήν;