Against Aristogiton
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
ἆρʼ ἴσθʼ ὅτι τῆς ʼΑρπάλου ἀφίξεως δυσχεροῦς οὔσης ἐκεῖνο συμβέβηκεν εὐτύχημα τῇ πόλει, διότι πεῖραν εἰλήφατʼ ἀκριβῆ τῶν ἕνεκʼ ἀργυρίου καὶ χρυσίου προϊεμένων πάντα τοῖς τῆς πόλεως ἐχθροῖς; μὴ καταρρᾳθυμήσητε, ὦ Ἀθηναῖοι, μηδʼ ἀπείπητε τιμωρούμενοι τοὺς πονηρούς, ἀλλʼ ἐκκαθάρατε, καθʼ ὅσον δυνατόν ἐστι, τὴν δωροδοκίαν ἐκ τῆς πόλεως. καὶ μὴ τῶν παρʼ ἐμοῦ λόγων ἀκούειν ζητήσητε, φανερῶν ὑμῖν γεγενημένων τῶν ἀδικημάτων κατὰ[*](κατὰ N A pr.: ἐκ A corr. (2)) τῶν ὑπὸ τῆς βουλῆς ἀποπεφασμένων.
[ἢ διὰ τοὺς τοῦ κρινομένου προγόνους καὶ[*](καὶ Α: καὶ διὰ Ν.) τὴν αὐτοῦ μετριότητα, καὶ ὅτι ὑμᾶς πολλὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ ἀγαθὰ εἴργασται, ἄξιόν ἐστιν[*](ἐστιν om. A.) αὐτοῦ φείσασθαι;][*](Verba ἢ διὰ usque ad φείσασθαι del. Bekker, coll. 8 init.) τί γὰρ ἀγνοεῖτε διʼ ὃ δεῖσθε λόγων ἀκούειν κατὰ τοῦ νῦν κρινομένου; πότερʼ ἡ τῆς βουλῆς ἀπόφασις, ἐὰν μὲν ἡμεῖς οἱ κατήγοροι δέκα ὄντες τὸ ὕδωρ ἀναλώσωμεν ἅπαν καὶ ἀναβοήσωμεν ὡς δεινόν ἐστιν ἀφεῖσθαι τοὺς εἰλημμένους ἔχοντας ἐπʼ αὐτοφώρῳ δῶρα κατὰ τῆς πατρίδος, ἀληθὴς καὶ δικαία ἔσται[*](ἔσται ἡ κατʼ Ἀριστογείτονος ἀπόφασις Ν: ἡ κατʼ Ἀριστογείτονος ἔσται ἀπόφασις A: quae omnia del. Dobree; infra, ante παρὰ τῶν Ἀρεοπαγιτῶν, habet Blass.) ἡ κατʼ Ἀριστογείτονος [ἀπόφασις]·[*](ἀπόφασιςdel. Maetzner.)