Against Demosthenes

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

ἔγραψεν αὐτὸς ἐν τῷ δήμῳ Δημοσθένης, ὡς δηλονότι δικαίου τοῦ πράγματος ὄντος, φυλάττειν Ἀλεξάνδρῳ τὰ εἰς τὴν Ἀττικὴν ἀφικόμενα μετὰ Ἁρπάλου χρήματα. οὕτως οὖν, ὦ ἄριστε, εἰπέ μοι, φυλάξομεν,[*](φυλάξομεν Α: φυλάξωμεν Ν.) ἐὰν σὺ μὲν εἴκοσι τάλαντα λαβὼν ἔχῃς ἰδίᾳ,[*](ἰδίᾳ Wurm: ἴδια codd.) ἕτερος δὲ πεντεκαίδεκα, Δημάδης δʼ ἑξακισχιλίους χρυσοῦ στατῆρας, ἕτεροι δʼ ὅσα δή ποτε ἀποπεφασμένοι εἰσί; τέτταρα[*](τέτταρα Α corr. (2): τετρακόσια Α pr. N: διακόσια Thalheim.) γὰρ τάλαντʼ ἐστὶ καὶ ἑξήκοντα ἤδη εὑρημένα, ὧν οἴεσθε τὴν αἰτίαν τούτοις δεῖν[*](τούτοις δεῖν (δεῖν post οἴεσθε iam Reiske) Blass: τουτοισὶν codd.) ἀναθεῖναι.

καὶ πότερα κάλλιόν ἐστι, πρὸς δὲ δικαιότερον, ἅπαντʼ ἐν τῷ κοινῷ φυλάττεσθαι, ἕως ἄν τι δίκαιον ὁ δῆμος βουλεύσηται, ἢ τοὺς ῥήτορας καὶ τῶν στρατηγῶν ἐνίους διηρπακότας ἔχειν; ἐγὼ μὲν γὰρ οἶμαι τὸ μὲν ἐν τῷ κοινῷ φυλάττειν παρὰ πάντων ὁμολογούμενον εἶναι δίκαιον, τὸ δὲ τούτους ἔχειν μηδένʼ ἂν εἰπεῖν ὡς ἔστι καλῶς ἔχον.