Against Demosthenes

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

πολλοὺς οὗτος εἴρηκε[*](εἴρηκε Dobree: ἐρεῖ codd., ret. Wurm.) καὶ παντοδαποὺς λόγους, ὦ ἄνδρες, καὶ οὐδεπώποτε[*](οὐδεπώποτε] οὐδέποτε Wurm.) τοὺς αὐτούς. ὁρᾷ γὰρ ὑμᾶς τὸν ἅπαντα χρόνον ἐλπίσι κεναῖς καὶ ψευδέσι λόγοις ἐξηπατημένους ὑφʼ ἑαυτοῦ, καὶ μέχρι τούτου μνημονεύοντας τὰς ὑποσχέσεις μέχρι[*](μέχρι Blass: μέχρις codd.) ἂν ῥηθῶσιν. εἰ μὲν οὖν ἔτι δεῖ τὴν πόλιν τῆς Δημοσθένους πονηρίας καὶ ἀτυχίας ἀπολαύειν, ἵνα πλείω[*](πλείω Ν: πλέον Α.) κακοδαιμονῶμεν — οὐ[*](οὐ Ν: οὐδὲ Α.) γὰρ ἔχω τί ἄλλο εἴπω —,στερκτέον ἂν[*](ἂν add. Bekker.) εἴη τοῖς συμβαίνουσιν·

εἰ δέ τι[*](δέ τι Baiter: δʼ ἔτι codd.) κηδόμεθα τῆς πατρίδος καὶ τοὺς πονηροὺς καὶ δωροδόκους μισοῦμεν καὶ μετοιωνίσασθαι τὴν τύχην καὶ μεταλλάξασθαι βουλόμεθα, οὐ προετέον[*](προετέον Wolf: προσεκτέον codd.) ἐστὶν ὑμᾶς αὐτούς, ὦ Ἀθηναῖοι, ταῖς τοῦ μιαροῦ καὶ γόητος τούτου δεήσεσιν, οὐδὲ προσδεκτέον τοὺς οἴκτους καὶ τοὺς φενακισμοὺς τοὺς[*](τοὺς add. Baiter et Sauppe.) τούτου· ἱκανὴν γὰρ εἰλήφατε πεῖραν αὐτοῦ καὶ τῶν ἔργων καὶ τῶν λόγων καὶ τῆς τύχης.