Against Demosthenes

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

κρίσεως[*](κρίσεως Blass: κρίσει codd.) Ποσειδῶν ἀποτυχὼν τῆς[*](τῆς . . . γενομένης Ν Α pr.: τοῖς . . . γενομένοις Α corr. (2): τῇ γενομένῃ Bekker.) ὑπὲρ Ἁλιρροθίου πρὸς Ἄρη γενομένης[*](See preceding note) ἐνέμεινεν· ἐνέμειναν[*](ἐνέμειναν hic add. Sauppe, infra post γενομένῃ Reiske.) αὐταὶ αἰ σεμναὶ θεαὶ τῇ πρὸς Ὀρέστην ἐν τούτῳ τῷ συνεδρίῳ κρίσει γενομένῃ καὶ τῇ τούτου ἀληθείᾳ συνοίκους ἑαυτὰς εἰς τὸν λοιπὸν χρόνον κατέστησαν. ὑμεῖς δὲ τί ποιήσετε οἱ πάντων εἶναι φάσκοντες εὐσεβέστατοι;[*](εὐσεβέστατοι Ν: εὐσεβέστεροι Α.) τὴν τοῦ συνεδρίου γνώμην[*](γνώμην Α: γνῶσιν Ν.) ἄκυρον καταστήσετε τῇ Δημοσθένους ἐπακολουθήσαντες πονηρίᾳ; οὐκ, ἐὰν σωφρονῆτε, ὦ Ἀθηναῖοι·

οὐ γὰρ περὶ μικρῶν οὐδὲ τῶν τυχόντων ἐν τῇ τήμερον ἡμέρᾳ δικάζετε, ἀλλὰ περὶ σωτηρίας τῆς πόλεως ἁπάσης καὶ πρὸς τούτοις περὶ δωροδοκίας, ἔθους πονηροῦ καὶ πράγματος ἀλυσιτελοῦς ὑμῖν καὶ πάντας ἀνθρώπους ἀπολωλεκότος. ὃ[*](ὃ add. Reiske.) εἰ μέν, καθʼ ὅσον ἐστὲ δυνατοί, ἐκβαλεῖτʼ ἐκ τῆς πόλεως καὶ παύσετε τοὺς ῥᾳδίως καθʼ ὑμῶν χρήματα λαμβάνοντας, σωθησόμεθα θεῶν βουλομένων· εἰ δʼ ἐπιτρέψετε τοῖς ῥήτορσι πωλεῖν ὑμᾶς αὐτούς, περιόψεσθε τὴν πόλιν ἀνατραπεῖσαν ὑπὸ τούτων.