Against Demosthenes
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
μή, ὦ Ἀθηναῖοι, μή· αἰσχρὸν γὰρ καὶ δεινόν, ἑτέρους μὲν ὑπὸ τῶν Δημοσθένους ψηφισμάτων, οὐδὲν ὄντας τούτου χείρους οὐδὲ τοσαῦτʼ ἠδικηκότας ὅσαπερ οὗτος, ἀπολωλέναι, τουτονὶ δὲ καταφρονοῦντα ὑμῶν καὶ τῶν νόμων ἀτιμώρητον ἐν τῇ πόλει περιιέναι, αὐτὸν ὑφʼ ἑαυτοῦ καὶ τῶν ψηφισμάτων ὧν ἔγραψεν ἑαλωκότα. ταὐτὸ[*](ταὐτὸ ταὐτὰ Dobree: τουτὶ τὸ . . . ταὐτὰ τὰ codd.) συνέδριον, ὦ Ἀθηναῖοι, καὶ ὁ αὐτὸς τόπος, καὶ ταὐτὰ[*](See preceding note) δίκαια.
ὁ αὐτὸς ῥήτωρ ἐκείνοις τʼ αἴτιος ἐγένετο τῶν συμβάντων κακῶν καὶ αὑτῷ τῶν νῦν συμβησομένων. ἐπέτρεψεν [ὁ][*](ὁ del. Kleyn.) αὐτὸς οὗτος ἐν τῷ δήμῳ τῷ συνεδρίῳ τούτῳ κρῖναι περὶ αὑτοῦ, μάρτυρας ὑμᾶς πεποιημένος. ἔθετο συνθήκας μετὰ τοῦ δήμου, γράψας τὸ ψήφισμα καθʼ ἑαυτοῦ παρὰ τὴν μητέρα[*](τὴν μητέρα] τῇ μητρὶ Reiske.) τῶν θεῶν, ἣ πάντων τῶν ἐν τοῖς γράμμασι δικαίων φύλαξ τῇ πόλει καθέστηκε. διὸ καὶ οὐχ ὅσιον ὑμῖν ἐστὶ ταύτας ἀκύρους ποιεῖν, οὐδὲ τοὺς θεοὺς ὀμωμοκόσι περὶ ταύτης τῆς κρίσεως ταῖς αὐτῶν τῶν θεῶν πράξεσιν ἐναντίαν τὴν ψῆφον ἐνεγκεῖν.